Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. περὶ μὲν πολέμῳ ἔνι καρτερὸς ἐσσί, καὶ βουλῇ παρὰ πάντας ὁμήλικας] οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔ- χειν φησίν, ἀλλʼ οὐκ ἄκρως· οὔτε γὰρ ‘ κρατερώτατος᾿ εἶπεν, ἵνα μὴ τοὺς ἄλλους τοὺς τῆς ἀνδρ〈ε〉ίας ἀντιποιουμένους λυπήσῃ, ἀλλὰ “μετὰ πάντας ὁμήλικας,᾿᾿ ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ, ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βούλεται· διὸ οὐ〈δὲ〉 συνετώτατον αὐτὸν καλεῖ.

[*](B=)

55. * δύο γὰρ 〈πάν〉τα ἀκυροῦσι, λόγων ἐναντίωσις καὶ μέμψις.

57. * νέος ἐσσί] ἀπολογεῖται τοῦ μὴ τελέσαι τὸν λόγον.

[*](B=)

ἐμὸς δέ κε 〈καὶ〉 πάις] τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν.

[*](Α=)

58. *ὁπλότερος] γράφεται “ὁπλότατος.”

[*](B-)

ἀτὰρ πεπνυμένα βάζεις] ὁρᾶς ὅσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπονέμει τὸ πᾶν τῆς συμβουλῆς, ὀλίγα αὐτὸς προσθήσειν ἐρῶν.

[*](Α+)

59. ἐπεὶ κατὰ μοῖραν ἔειπας] τοῦτο ἀμφοῖν δύναται συντάσ- σεσθαι.

[*](B=)

60. ὃς σεῖο γεραίτερος] ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν ἡλικίαν προβάλλεται, διὰ ταύτης κρεῖσσον ἔχειν ἀξιῶν οὐ λογιώ- τερον.

[*](Α= B–)

61. ἐξείπω καὶ πάντα διίξομαι] πρὸς τὸ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων (56). δασυντέον δὲ τὸ “〈δι〉ίξομαι·᾿᾿ ἀπὸ γὰρ τοῦ ἵκω ἐγέ- νετο ἀντὶ ‘διεξέλθω πάντα.ʼ

[*](B=)

οὐδέ κε τίς μοι μῦθον ἀτιμήσει᾿, οὐδὲ κρείων Ἀγαμέμνων] πρὸς τὸ μὴ ἀντειπεῖν Διομήδην τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα “εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν” (Il. 2. 379).

[*](B-)

63. ἀφρήτωρ] ὃ μὲν μένειν παρήγγειλεν, ὃ δὲ τοὺς συμμάχους ὁμονοοῦντας ἔχειν. διδάσκει δέ, ὡς εἶναι μὲν πολεμικὸν δεῖ διʼ ὧν φησιν “οἷς οὔτι μέλει πολεμήια ἔργα” (Il. 2. 338), οὐ μὴν φιλο- πόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. Διομήδης δὲ νῦν [*](2. θυμήδη ‖ 5. κρατερὸς ut textus ‖ 12. suppl. W ex B ‖ λόγων B: λόγον ‖ 18. προσθήσειεν ‖ 25. supplevi ex A || ἵκω A: ἥκω || 27. ἀτιμήσει ut textus ‖ 28. οὖδε B: ἄδει || 32. μέλλει)

295
μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ· ὅτι δὲ οὐκ ἠρέσθη τῇ γνώμῃ, δηλοὶ διὰ τοῦ “μη〈δ〉 ὄφελες λίσ〈σ〉εσθαι (698). καὶ τὸ μὲν κεφάλαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλήθους εἶπεν, μὴ ὑπέρθηται τὰς λιτὰς Ἀγαμέμνων, τὸ δὲ κατὰ μέρος ἐπὶ τῶν 〈συν〉δείπνων (91). καὶ Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ, τῶν ῥητόρων συμβουλευόντων πλεῖνἐπὶ Ἀσίαν, ἔλεγε πρῶτον διαλλάσσειν τὰς Ἑλληνίδας πόλεις καὶ κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι (§. 15 p. 166 S.). διὰ δὲ τῆς τῶν ὀνομάτων ὑπερβολῆς δυσωπεῖ Ἀγαμέμνονα, μηδὲ βασιλέα ἔσεσθαι αὐτὸν καλὸν στρατοῦ, ἀλλʼ οὐδὲ κοινῆς ἑστίας, εἰ ἀντείποι ταῖς λιταῖς.

ἀθέμιστος] θηριώδης ἄνομος, ὅπου καὶ Κύκλωπες θεμιστεύουσι [*](Α- B=) “παίδων ἠδʼ ἀλόχων” (Od. 9. 115), οἱονεὶ τὸ περὶ τὴν συγγένειαν φυλάσσουσι δίκαιον.

ἀνέστιος] ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς [*](B-) τοὺς οἰκείους ἀπέχεται στάσεως. ἐπιδήμιος γὰρ πόλεμος ὁ ἐμφύλιος.

65. *νῦν μέν] τοῦ καιροῦ στοχάζεται, καὶ προδείξας τὸ ὠφελοῦν [*](B=) σιωπᾷ τέως τὴν θεραπείαν.

66. δόρπα τʼ ἐφοπλισόμεσθα] ἄξιον γὰρ προνοεῖν τῆς θεραπείας [*](B=) τοῦ σώματος τοὺς κάμνοντας· οἱονεὶ δὲ ὅπλα τῆς μάχης ποιησώμεθα τὰ δόρπα.

φυλακτῆρες δὲ ἕκαστοι] Ἀρίσταρχος δὲ “φυλακτῆρας.”

[*](A=)

67. τείχεος ἐκτός] ἵνα ὁρώμενοι τοῖς πολεμίοις καταπλήσσωσιν [*](Β=) αὐτούς, ἔσω δὲ ὄντες τῆς τάφρου ἀσφαλεῖς ὦσίν.

69. *ἄρχε] ἀντὶ τοῦ σύναγε ἡμᾶς.

70. δαίνυ δαῖτα γέρουσιν] ἔθος μὲν ἦν· ἀλλʼ οἴεται αὐτὸν παρα- [*](Β=) λείψειν 〈τῇ〉 ἐκπλήξει τὸ ἔθος. ἄριστος δὲ ὁ καιρὸς ἐπὶ ὀλίγων, ἔνθα τὸν ἔλεγχον προσδέξεται. νῦν μὲν γὰρ οἱ τῶν Ἀργείων ἡγήτορες καὶ μέδοντές εἰσι συνειλεγμένοι· ἐπὶ δὲ τὸ δεῖπνον οἱ γέροντες μόνοι συνάγονται, ἐφʼ ὧν ἤνεγκεν ἂν τὴν τοῦ γέροντος παρρησίαν 〈ῥᾷον〉 ὁ Ἀγαμέμνων. καὶ ἄλλως ἐν οἴνῳ ῥᾴους ἑαυτῶν ἐσμεν, ἥ τε ὁμοτράπεζος κοινωνία πάντας φίλους ποιεῖ. διὸ καὶ Πέρσαι μεθύοντες συμβου- λεύονται, νήφοντες δʼ ἐπικρίνουσιν (Her. 1. 133). καὶ τὸ μὲν πλῆθος ἀπαλλάσσει χρηστὰς ὑπογράψας ἐλπίδας περὶ τῶν λιτῶν, οὐ μὴν ἀναγκάσας ἐπʼ αὐτῶν τὸν βασιλέα ἀντιφωνῆσαι περὶ τῶν δώρων· [*](1. οὺχ ‖ 6. Ἄσίαν B: Ἄσίας ‖ διαλλάξειν ‖ add. in marg. sec. ὅρα περὶ Περσῶν ‖ 15. μὲν νῦν ‖ 17. ἐφοπλισώμεσθα ‖ 21. καταπλήσσοιεν ut B || 22. ἀσφαλῶς ‖ 25, 28. supplevi ex B ‖ 29. ῥᾷον: corr. W)

296
πιέζοντος γὰρ ἦν τὸν καιρόν. καὶ ὁ Ῥοδίων δὲ νόμος κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους, περὶ τῶν ἔωθεν πρακτέων βουλευομένους.

[*](A- B=)

73. πᾶσά τοι ἔσθʼ ὑποδεξίη] 〈ἡ〉 πρὸς ὑποδοχὴν χορηγία. τινὲς δὲ οὕτως, ὅτι καὶ πάντας, ἢν θέλῃς, εὐχερῶς ὑποδέξῃ.

[*](AB=)

πολέεσσι δʼ ἀνάσσεις] ἐπαίρει τὸν βασιλέα, εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.

[*](B=)

74. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι] μετρίως οὐκ ἀποδίδωσιν ‘ἑαυτῷ·’ διδάσκει δὲ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ κράτιστον.

[*](B=)

75. μάλα δὲ χρεὼ πάντας Ἀχαιούς] πρὸς τὸ πεῖσαι Ἀχιλλέα· οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον.

χρεώ— Ἀχαιοὺς ἐσθλῆς] “χρεὼ βουλῆς ἐμὲ καὶ σὲ” (Il. 10. 43) ἀντὶ τοῦ δεῖ.

76. 〈ὅτι δήιοι〉 ἐγγύθι νηῶν καίουσιν πυρά] δέδια καίοντας ἐγγὺς νεῶν πυρά· ἐπὶ δὲ Ἑλλήνων “ἔνθα δὲ πῦρ κήαντο” (88).

[*](B-)

77. τίς ἂν τάδε γηθήσειεν] οὐ λείπει τὸ ὁρῶν, ἀλλʼ ἔστι παλαιὰ συνήθεια· “ἀλλʼ ἕτερον ἥσθην” (Aristoph. Ach. 13) καὶ ἐν Πανίπταις Κρατῖνος (fr. 158 K.) “γέγηθα τὸν ἄνδρα·” καὶ ἔστιν ἐξ ἀντικειμένου, τίς οὐκ ἂν κλαύσειεν; ἔοικε δὲ προσκρούειν Διομήδει λέγοντι “νῶι δʼ, ἐγὼ Σθένελός 〈τε〉” (48).

[*](B=)

78. ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει] ἐν τῷ πεῖσαι Ἀχιλλέα τὴν σωτηρίαν τίθεται. τί γὰρ ἕτερον πράσσειν νυκτὸς ἠδύναντο;

80. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσ〈σ〉εύοντο] ἄτοπον γὰρ περὶ πρώτου λέγειν τοῦ συμποσίου.

[*](B=)