Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875
132. αἲ γάρ, Ζεῦ τε πάτερ] οὐκ ἄκαιρος ὁ λόγος· ἐπιτιμήσας [*](B=) γὰρ τοῖς ἀρίστοις ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πεπραγ- μένων αὑτῷ, ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ· τοιοῦτος καὶ Φοῖνιξ καὶ Λαέρτης.
133. κελάδοντι] τῷ νῦν Ἀκίδωνι. §. τινὲς δὲ ἄμφω ἐπίθετα τοῦ [*](3. Ἀχιλλεὺς ‖ 10. supplevi cf. B ‖ 15. ἐπὶ ante εὐγ. ut B: omisi ‖ αὐτῶν B: αὐτὸν ‖ 17. πολὺ ante ἐπίφθονον ipsa del. pr. ‖ 26. ὁρῶν ἢ ὑμεῖς ἀσχημονοῦντες)
135. Φειᾶς πὰρ τείχεσ〈σ〉ιν] καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι· ἄμεινον οὖν ὡς Δίδυμος “Φηρᾶς” γράφειν καὶ “Δαρδάνου ἀμφὶ ῥέεθρα·” οὕτω γὰρ καὶ Φερε- κύδης ἱστορεῖ.
136. * πρόμος] ἐπαίρει τόν πολέμιον Ἐρευθαλίωνα.
[*](B=)138. δίου Ἀρηιθόου] εὐκαίρως ἐρευνᾷ, πρώην ἁπλῶς παρελθών. §. [*](B=) οὗτος δὲ ὁ Ἀρηίθους Βοιωτὸς μὲν ἦν τῷ γένει, συνεμάχει δὲ Ἀρκά- σιν. τοῦτον φθονέσας Λυκοῦργος ἀναιρεῖ.
[*](B=)139. *ἔμφασις τοῦ κλέους, ὅπου καὶ γυναιξὶν ἐγνώσθη.
142. * δόλῳ, οὔτι κράτεΐ γε] εἰς σύστασιν αὐτοῦ.
[*](B=)143. * ὅθ᾿ ἄῤ οὐ κορύνη —χραῖσμε] οὐ διὰ τὸ στενόν, ἀλλὰ διὰ τὴν πρόληψιν.
[*](A+)144. *ὑποφθάς] Ἀρίσταρχος “ἀναστάς,” ἐκ τοῦ λόχου δηλονότι.
[*](A+)146. *τεύχεα δʼ ἐξενάριξε] Ἀρίσταρχος διὰ τοῦ “δέ.”
[*](B=)τά οἱ πόρε χάλκεος Ἄρης] λεληθότως τὸν ἴδιον ἔπαινον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα.
ἄλλως: τά οἱ πόρε χάλκεος Ἄρης] τινὲς ‘ἃ ἦν σκυλεύσας ἐκ τοῦ πολέμου.
147. μετὰ μῶλον Ἄρηος] τὸν ἐγχρονισμὸν καὶ μόλυνσιν τῆς μάχης.
[*](B-)153. 〈πολεμίζειν〉 θάρσεϊ ᾧ] τῷ ἑαυτοῦ· “βουλὴ γὰρ ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται” (Ion apud Sext. Emp. p. 24). τινὲς δὲ ἀντὶ τοῦ τῷ ἀπλήστῳ θάρσει αὐτοῦ τοῦ Ἐρευθαλίωνος μάχεσθαι. [*](A+) §. γράφεται δὲ καὶ “θάρσει ἐμῷ·” ἀμείνων δὲ ἡ ἄλλη.
[*](B=)γενεῇ δὲ νεώτατος] διὸ ἐθάρσουν. ἐντέχνως δὲ τοὺς μὲν πρεσβυ- τέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους ἀνίστησιν.
[*](B=)154. δῶκεν δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις.
[*](B=)155. τὸν δὴ μήκιστον καὶ κάρτιστον—εἴθʼ ὥς] οὐχ ἑαυτὸν μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρτύρησεν, ἐκεί- νου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως ἑαυτὸν ηὔξησεν. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς ἔννοιαν ἀγωνίας.
[*](5. φηρὰς γρ΄. ‖ Δαρδάνου etiam A, Ἰαρδάνου coni. Lehrs ‖ 10. τοῦτον B: τούτῳ ‖ 11. κλέους B: κάλλους ‖ 16. schol. falso supra 147 scriptum ‖ 21. μόλυνσις scripsi cf. Et. M. s. v. μολύνω, μὡλυσις Apoll. Soph.: μώλυν- σις ‖ 24. ἀπλείστῳ ‖ 30. εἴθʼ ὥς scripsi et ad lemma traieci: καὶ ὡς)156. πολλὸς—ἔκειτο] ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα [*](A= B -) 〈μεταβαίνει〉 μεγέθη, ὡς τὸ “τύμβον δʼοὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα” (Il. 23. 245). §. “παρήορος” δὲ εἰς μῆκος καὶ πλάτος [*](A+ B=) παρηρτημένος.
158. * ἀντήσειε] ἤντησεν ἄν.
159. * ὑμέων δʼ οἵπερ ἔασιν] σχῆμα περὶ πρόσωπον.
[*](B=)160. * οὐδʼ οἵ—μέματε] σχῆμα περὶ πρόσωπον.
161. οἳ δʼ ἐννέα πάντες ἀνέσταν] πλεονάζει τὸ “πάντες.” οὐ γάρ, [*](A +) ὥς τινες, οἱ ἅπαντες ἐννέα· τί γὰρ ἐπὶ τοῦ “δέκα πάντα τάλαντα” (Il. 24. 232); ἴσχυσε δὲ καὶ τοὺς ὁμογέροντας ἐγεῖραι.
162. ὦρτο πολὺ πρῶτος— Ἀγαμέμνων] ὡς βασιλεὺς προτρέπων [*](B=) καὶ ὡς ἀχθόμενος τῇ με〈λ〉λήσει αὐτῶν. καὶ τὸν ἀδελφὸν ἐπισχὼν ἐνδείκνυται, 〈ὅτι〉 οὐχ ὡς δεδιὼς Ἕκτορα ἀπέτρεπε τὸν Μενέλαον.