Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

104. ἔνθα κέ τοι, Μένελαε, φάνη βιότοιο τελευτή] εἰς κίνδυνον [*](B=) προαγαγὼν τὴν ὑπόθεσιν καὶ λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς καὶ συμπαθῶς προανεφώνησεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ “βασιλῆες” δὲ χαρίεν καὶ εὐνοϊκὸν διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος.

* βιότοιο] γράφεται καὶ “θανάτοιο.”

[*](A+)

107. αὐτός τʼ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει [*](B=) μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι τῶν Ἀχαιῶν βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδι- κοῦντος ἡδέως οἱ Τρῶες ἀπηλλάττοντο, τὸν δὲ ὡς ἀδικούμενον ἠλέουν.

109. ἀφραίνεις, Μενέλαε] φιλοδόξως γάρ, οὐ φρονίμως ἐσπούδακεν [*](A B -) ἐπὶ τὴν μάχην· δεῖ οὖν τὸ κατὰ δύναμιν, οὐ 〈τὸ〉 κατὰ προθυμίαν σκοπεῖν. ἄλλως τε πρώηνμαχεσάμενος τοῦ μὲν ἄθλου ἀφῄρηται, τὸν δὲ κίνδυνον ᾕρηται.

[*](8. ἢ ‖ 10. ἐστὶν ut A, cf. B ‖ 33. supplevi ex B ‖ 34. ἄθλου W: ἄλλου)
240
[*](A-)

110. *ἀνὰ δὲ σχέο] Ἀρίσταρχος καὶ Ἡρωδιανὸς “ἀνὰ δʼ ἴσχεο.”

[*](B=)

111. μηδʼ ἔθελʼ ἐξ ἔριδος] τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ 〈τοῦτο〉 τὸ γνῶθι σαυτόν.

[*](B=)

τεῦ ἀμείνονι φωτί] τεχνικῶς ἥττονα πολύ φησιν αὐτὸν Ἕκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονῆσαι δοκῇ, τὸν μὲν τοῦ κιν- δύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

112. * στυγέουσι] καταπλήττονται.

[*](B=)

113. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε—ἔρριγʼ ἀντιβολῆσαι] τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενελάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.

[*](A +)

114. ὅπερ σέο πολλὸν ἀμείνων] γράφεται καὶ “ἀμείνω.” ἄμεινον δέ φασιν “ὅπερ μέγα φέρτατός ἐστιν,” ἵνα ψιλότερος ᾖ ὁ ὀνειδισμὸς Μενελάου.

[*](B=)

116. τούτῳ δὲ πρόμον ἄλλον] ἐντέχνως παρυπέμνησεν, ὅτι πάν- τως δεῖ τινα αὐτῶν ἀναστῆναι.

117. μόθου] μόθος παρὰ τὸ 〈ὁμοῦ θεῖν τοὺς μαχομένους, ὥστε〉 τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν.

118. φημί μιν ἀσπασίως] ταῦτα εἰς προτροπὴν τῶν Ἀχαιῶν.

[*](B-)

122. γηθόσυνοι θεράποντες] παρὸν αὐτῷ καὶ ὀτρηροὶ θεράποντες εἰπεῖν καὶ καρπαλίμως θεράποντες, “γηθόσυνοι” φησί, τὴν τῶν θερα- πόντων πρὸς τὸν βασιλέα ἐμφαίνων κηδεμονίαν.

[*](B =)

123. Νέστωρ δʼ Ἀργείοισιν] πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισ- άγει, ὃς διὰ τὴν ἡλικίαν οὐχ ὑποφέρει τὸ ὅμοιον ἔγκλημα. §. καὶ μετὰ Ἀγαμέμνονος δὲ ὅμως ἀσφαλεῖς πάλιν οἱ Ἕλληνες.

[*](B=)

124. ὢ πόποι] λειπόμενοι γὰρ οἱ γέροντες δυνάμει τῷ σχετλιά- ζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν ἐν αὐτοῖς ἐλεεῖν φησιν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν ἀλλὰ “πένθος” καὶ “μέγα.”

[*](B=)

125. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα] διδάσκει ὅτι καὶ ἀπόντας δεῖ τοὺς πρεσβυτέρους τιμᾶν, λέγων ὡς δεῖ τοὺς Ἕλληνας ἀρέσκειν Πηλεῖ, καὶ μὴ παρόντι· ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν ἀτυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. τοῦτο δέ [*](1. ἀνὰ δʼ ἄνσχεο A, ἀναδίσχεο. ‖ 3. supplevi ex B ‖ 5. καταφρονή- σειν δοκοίη ‖ 10. ἀναπαλεῖ ‖ 12. καὶ ἀμείνων ‖ 13. εἴη ‖ 17. μότος π. ‖ suppl. W ex Et. M. ‖ 20. παῤ ‖ 31. λέγειν ‖ 34. ἀτυχούντων scripsi: δυστυχούντων B, ἀξιούντων)

241
ἐστιν ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ἡμῶν; ἅμα δὲ καὶ ὑπομιμνῄσκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκαλούμενος πάντας, “ὄφῤ Ἀχιλεὺς μετʼ Ἀχαιοῖσιν πολέ- μιζεν, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9. 352)· ἐπαχθὲς γὰρ ἦν τὸ σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει, ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος τοῦ Πηλέως οὕτω πρὸς τοὺς Ἕλληνας διακειμέ- νου, καὶ τὸν Ἀχιλλέα ὑποθωπεύει λεληθότως.

126. βουληφόρος] ὁ φέρων εἰς πέρας ἃ βούλεται. §. συνίστησι [*](B=) δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινότατος 〈ὢν〉 ἐγείρῃ B= τοὺς Ἕλληνας.

127. * μʼ εἰρόμενος] Ζηνόδοτος “μειρόμενος” γράφει, κακῶς.

[*](A +)

128. ἐρέειν γενεήν τε τόκον τε] θαυμασίως τῆς εὐγενείας αὐτοὺς [*](A - B=) ὑπέμνησεν οὐκ ἐπαινῶν τοὺς γονεῖς, ἀλλὰ Πηλέα τὸν ἄκρον εὐγενείᾳ χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλʼ οὐδέ φησιν ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ μὲν γὰρ κολακικόν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.

130. φίλας ἀνὰ χεῖρας ἀείραι] Ἀρίσταρχος “βαρείας χεῖρας” [*](A +) τὰς ὑπὸ τοῦ γήρως δυσκινήτους.

131. θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παντὶ [*](B=) τῷ τοῦ σώματος μέρει.

ἄλλως: θυμὸν ἀπὸ μελέων δῦναι] ὅτι τοιούτοις πεπίστευκε τὸν [*](B=) ἴδιον υἱόν.

δῦναι δόμον Ἄιδος] μέτριος μὲν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ [*](B=) τῇ δυνάμει· εἰ γὰρ ἐκεῖνος ἀκούων ἀβίωτα σπεύδει, πόσῳ μᾶλλον ἐγὼ ὁρῶν ὑμᾶς ἀσχημονοῦντας; πραγματικῶς καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτω βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλο- τρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;