Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

63. οἵη δὲ ζεφύροιο] καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων κινήσει ζε- [*](B=) φύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ “ζεφύρου ὑποκινήσαντος” (Il.4. 423). §. “φρίξ” δὲ ἡ ἐπα- [*](A + B=) νάστασις τῶν κυμάτων.

64. μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ] διὰ τοῦ ν τὸ “πόντον,” καὶ [*](A + B=) ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ ζέφυρος·’ καὶ ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφε〈τα〉ι “πόντος ὑπʼ αὐτῇ,” τὸ “μελάνει” ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ ζεφύρου. ἄμεινον δὲ τὸ πρῶτον. §. τὸ δὲ “μελάνει” ὡς οἰδάνει βαρυτονητέον· ἀπὸ γὰρ [*](AB=) τοῦ μελαίνει γέγονεν.

69. ὅρκια μὲν Κρονίδης] εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας [*](B=) ἐλευθερῶν καὶ τὸ παράδοξον 〈προφέρων〉 τῆς προκλήσεως.

72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε] ἔδει ἐπαγαγεῖν ἢ ἡμεῖς παρὰ [*](B=) ταῖς ναυσίν ἕλοιμεν ὑμᾶς. ὃ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον.

ἄλλως: εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην—ἕλοιτε ἢ αὐτοὶ—δαμείετε] πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέστησεν παρελὼν Ἑλλή- [*](B=) νων τὴν ἐκ θεῶν ἐπικουρίαν.

73. *ὑμῖν μὲν γάρ] “ὑμῖν 〈δ᾿〉 ἐν γάρ,” οὕτως αἱ Ἀριστάρχου. [*](A=) καὶ ἔστι τὸ ἑξῆς ‘ἐν ὑμῖν δέ· εἰσὶ γὰρ ἀριστῆες.’

74. *τῶν νῦν ὅντινα θυμός] γράφεται “τῶν —καί τινα θυ- [*](A =) μός.”

ὅντινα θυμὸς ἀνώγει] οὐ πρὸς διορισμόν· πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη.

75. δεῦῤ ἴτω ἐκ πάντων πρόμος] ἵνα πάντες αἰδεσθῶσι μὴ προ- [*](B -) βαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει ἐπὶ τῇ κοινῇ ὑπολήψει.

[*](9. ἀθρόος ‖ 15. αὐτῆς ‖ 15, 20. supplevi ex B ‖ 26. supplevi ex A ‖ 33, 34. σαλ. περὶ τὴν κοινὴν ὑπόληψιν cf. p. 225, 33)
238
[*](B+)

Ἕκτορι δίῳ] κατʼ ἐξοχήν· “Σαρπηδόνος ἀμφιμάχεσθαι” (Il. 16. 496) διὰ οἶκτον· “Παλλάδ᾿ Ἀθηναίην” (Od. 13. 300) διὰ ἦθος.

[*](B+)

76. Ζεὺς δʼ ἄμμʼ ἐπὶ μάρτυρος] παρατέμνει τὰ ὅρκια, ἐπεὶ ἔναγ- χος παρέβησαν ὅρκους.

[*](B =)

79. σῶμα δὲ οἴκαδʼ ἐμόν] βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς ταφάς. περιπαθῶς δὲ προκατασκευάζει ὁ ποιητὴς πρὸς ὃ μάλιστα ἀπεύχεται εἰς τοῦτο δυστυχήσαντα.

[*](B-)

85. ὄφρα ἑ ταρχύσωσι] πόθεν τὸ ταρχῦσαι; τάρχεα τὰ νενομισ- μένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς.

[*](B=)

*ἀπὸ κοινοῦ τὸ “ὄφρα.”

[*](B=)

86. σῆμά τε οἱ χεύωσιν] λεληθότως ἀποτρέπει τῆς μονομαχίας τοὺς Ἕλληνας. αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης, ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φονεύσαντι· τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνηστον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν. διὸ καὶ ἐγκο- λάπτει δυοῖν ἐποῖν ἐπιγραφὴν τῷ τάφῳ “ἀνδρὸς μὲν τόδε σῆμα.”

[*](A + B=)

πλατεῖ Ἑλλησπόντῳ] καθʼ ὃ μέρος ἐστὶ πλατύτατος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου.

[*](A ~)

89. * ἀνδρὸς μέν] τὸ “μέν” ἀντὶ τοῦ μήν.

[*](B =)

ἀνδρὸς μὲν τόδε σῆμα] ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ τὸ ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλʼ οὐδὲ γιγνωσκομένῳ τῷ μέλλοντι μονομαχεῖν, τὸ ἐπικήδειον πρὸ τοῦ θανάτου διατιθείς.

ἀνδρὸς μὲν τόδε σῆμα] πρὸς τὴν τῶν γραμμάτων εὕρεσιν.

[*](B -)

90. ὅν ποτʼ ἀριστεύοντα] πρὸς ἰδίαν ἐπίτασιν, εἰ τοῦ ἀρίστου φα- νεῖται κρείττων. φιλότιμος δὲ ὁ Ἕκτωρ χαρακτηρίζεται, ὡς καὶ ἐκεῖ “ἀλλὰ μέγα ῥέξας τι” (Il. 22. 305).

[*](A=)

*ὅν ποτε] γράφεται καὶ “ὅντινα.”

[*](A+)

93. αἴδεσθεν μὲν ἀνήνασθαι] ἰσόκωλον τὸ ἔπος, ὅπερ ἐστὶ φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· “χρὴ ξεῖνόν περ ἐόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν” (Od. 15. 74). ἢ ὁμοιόπτωτον καὶ ὁμότροπον “Ὕλλῳ ἐπʼ ἰχθυόεντι” (Il. 20. 392).

[*](A+ B-)

αἴδεσθεν μέν] δειλῶν γάρ· καλεῖ δὲ διὰ τὸν παρασπονδησμόν· ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἐπὶ τῶν ἑξῆς, ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι [*](8. ταρχῶα ‖ 12. ἂν W: ἔν ‖ 15, 16. ἐγκολάπτειν ‖ 16. ἐπιγράφει ‖ ἀνδρὸς δὲ ‖ 17. πλοτύτερος ‖ 20. τ. τὸν ἐ. ‖ 25. ἐκηεῖ)

239
αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡττώμενον· καὶ γὰρ τοῦ Διομήδους ἀκηκόασι “καὶ γάρ οἱ πάρα κεῖνος Ἄρης” (Il. 5. 604). τινὲς δὲ δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ “σιγῇ δειδιότες” (ll. 4. 431).

94. ὄψε δὲ δὴ Μενέλαος] ὡς αἰτίαν ἔχων τοῦ παντός. καὶ τῇ [*](B=) πρὸς Ἀλέξανδρον δὲ ἐπήρτηται μονομαχίᾳ· διὰ δὲ τοῦ “ὀψέ” διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

95. *νείκει] τῷ ἐλέγχῳ.

97. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινά, [*](AB=) ἢ καὶ τῶν δεινῶν δεινότερα. ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινὴ ἔσται ἡ λώβη. §. ἔν τισι δὲ “λώβη γε τάδʼ ἔσσεται.”

99. ὕδωρ καὶ γαῖα γένοισθε] τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ [*](AB-) φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν. ταῦτα οὖν φησι τὴν ἀκινησίαν ὀνειδίζων, ἤ, ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀναλυ- θῆναι εὔχεται. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμε〈σ〉θα· ἐκ γ〈αί〉ης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.” ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.

101. * αὐτὸς θωρήξομαι] ὡς ἀνάγκῃ δεχόμενος τὸ μονομάχιον.

[*](B+)

102. * νίκης πείρατα] τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος· “Ζεὺς [*](B=) μέν που τόδε οἶδε” (Il. 3. 308).