Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

436. ἄκριτον ἐκ πεδίου] ἐν τῇ Ἀριστοφάνους “ἐν πεδίῳ,” καὶ [*](A +) μήποτε ἄμεινον οὕτως.

443. οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ] τὴν ἀγορὰν [*](A+) τῶν θεῶν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ αὐτὸς Ἀρίσταρχος.

οἱ δὲ θεοὶ πὰρ Ζηνί] τοῦτο εἰς ἀξιοπιστίαν τοῦ ἔργου καὶ ἀναιρῶν ὃ ἐπλάσατο.

445. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ [*](B=) τείχους σπουδάζων ὁ ποιητὴς ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατηγορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἕλλήνων τῷ Τρωικῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ—ἦ [*](3. post ῥέοντος add. sec. ἄκαλον γὰρ παρὰ τοῖς παλαιοῖς τὸ ἥσυχον ‖ 18. post φωτός add. sec. οἱονεὶ λυκόφως τι ὂν τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες ut A B2 ‖ 22. αὐτῶν B: αὐτὸν)

256
γὰρ ἂν εἶπεν ἡ Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος” (Il. 24. 56)— Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν.

[*](B=)

447. καὶ μῆτιν ἐνίψει] λέξει, ἀνακοινώσεται διὰ θυσιῶν συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἐγχειρεῖν ἔργοις ἢ οὔ.

ἐνίψει] τινὲς ἀπὸ τοῦ ἐνισπήσει ἢ λοιδορήσει.

450. οὐδὲ θεοῖσι δόσαν] ἠθικὸν μὴ συγκαταλέγειν ἑαυτόν, ὡς τὸ “ὅστις ἔτʼ ἀθανάτοισι” (447). παιδεύει δέ, ὅτι καὶ προσφιλὴς ὢν τοῖς Ἕλλησιν ὁ θεὸς οὐ νέμει συγγνώμην, οὐδὲ Ἀθηνᾶ, Ἀπόλλων δὲ σιωπᾷ· ἦ γὰρ〈ἂν〉εἶπεν Ἥρα “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος (ll. 24. 56)·” Ἕλληνες δὲ πρόφασιν ἔχουσι τὸ ἐπὶ τῇ τῶν νεκρῶν ταφῇ τὸ τεῖχος ἐγεῖραι.

[*](B=)

451. τοῦ δʼ ἤτοι κλέος ἔστα.] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμόν ἐστιν, οὐ δομηθὲν τοῖς Ἕλλησιν ἀλλʼ [*](B=) Ὁμήρῳ γενόμενον ἕνεκεν τῆς ἐπʼ αὐτῷ μάχης. §. διὰ δὲ τοῦ “ὅσην τʼ ἐπικίδναται ἠώς” ὑπερβολικῶς καὶ τὴν ἀοίκητον περιέλαβεν.

[*](A=)

ὅσον τʼ ἐπικίδναται] “ὅσην” Ἀρίσταρχος· Ζηνόδοτος “ὅσον.”

[*](A-)

453. ἥρῳ Λαομέδοντι] καὶ “ἥρῳ Δημοδόκῳ” (Od. 8. 483) καὶ “ἦλθεν Ἄρῃ ἐπίκουρος” (Il. 21. 431). §. τὸ δὲ “πολίσσαμεν ἀντὶ τοῦ περὶ τὴν πόλιν ᾠκοδομήσαμεν.

455. ἐννοσίγαιʼ εὐρυσθενές] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ· ὅθεν καὶ χάσματα γίνεται.

464. ὡς οἳ μὲν τοιαῦτα] παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν ‘ὡς οἳ μὲν πονέοντο,’ εἶτα εὐθὺς “δύσετό τʼ ἠέλιος” (465).

[*](AB=)

466. βουφόνεον] βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς—ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν—ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

[*](B=)

467. νῆες δʼ ἐκ Λήμνοιο] ἐπιτηδείως ἐδήλωσε πόθεν αὐτοῖς ἡ χορηγία ἦν.

468. Ἰησονίδης Εὔνηος] ὅτι καὶ τὰ Ἀργοναυτικὰ οἶδεν· οἰκεία δὲ Εὐνήῳ ἡ ἐμπορία καὶ πρὸς ὁμοφύλους γινομένη.

471. μέθυ, χίλια μέτρα] ἀντὶ τοῦ μέθυος, ὅ ἐστιν οἴνου.

[*](B=)

475. ἄλλοι δʼ ἀνδραποδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν [*](6. ἐνισπείσει ‖ 17. ὅσην A: οὕτως ‖ Z. τόσον cf. A ‖ 19. Ἄρῃ W: Ἄρει ‖ 22. γράφεται: corr. ex Et. M. p. 223, 3 W)

257
ἀνδραπόδων κτῆσις. §. γράφεται καὶ “ἀνδραπόδοισι.” §. νεωτερικὸν τὸ [*](A -) τῶν ἀνδραπόδων ὄνομα· διὸ καὶ ἠθέτητο ὑπὸ Ἀριστάρχου.

[*](A +)

* θάλειαν] ἡδεῖαν.

479. σμερδαλέα κτυπέων] προκινεῖ 〈καὶ ἀγωνιᾶν ποιεῖ〉 τὸν [*](B=) ἀκροατὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.

480. χαμάδις χέον] καλῶς τὸ “χέον,” ἐπεὶ μὴ προσίεται τὴν [*](B =) σπονδὴν ὁ Ζεύς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3. 296).

481. πρὶν λεῖψαι] πρὶν ἤ, ὡς τὸ “μὴ πρὶν παῤ νηῶν —πρὶν πυρί” [*](B-) (Il. 14. 46).

* ὑπερμενέι] ὡς καταιβάτῃ.

482. κοιμήσαντο] ἀνεκλίθησαν, ὡς “Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖναν [*](A + B=) βάλε κοιμηθέντι” (Od. 20. 4).

ὕπνου δῶρον ἕλοντο] δῶρον ὕπνου τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωμα- [*](AB=) τοειδὴς ὕπνος δωρεῖται.