Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

301. * ἦ μέν] τὸ “γ” ἀντὶ τοῦ καί.

[*](B=)

302. ἀρθμήσαντε] ἁρμοσθέντες καὶ συμβιβασθέντες.

[*](AB+)

303. δῶκε ξίφος ἀργυρόηλον] ὃ μὲν ἀφρόνως ἄοπλον ἑαυτὸν ἐκ- δίδωσιν, δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν εἰς αὐτὸν πλημμελεῖ.

[*](B=)

304. σὺν κολεῷ τε φέρων] οὐ περιττὸν τὸ ἔπος, ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος. §. ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ κολεός〉.

*ἐυτμήτῳ] Ἀρίσταρχος “ἐυκμήτῳ.”

[*](A=)

305. Αἴας—ζωστῆρα] οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· ἐπάγει γὰρ “τὼ δὲ διακρινθέντες (306).

307. ἐς Τρώων ὅμαδον] “λαόν” καὶ “ὅμαδον” καλῶς διέστειλεν· [*](B=) πανταχοῦ δὲ τὸ θορυβῶδες ὑποσημαίνει τῶν Τρώων.

τοὶ δʼ ἐχάρησαν, ὡς εἶδον ζωόν τε] οἷον ἀνέλπιστον πρᾶγμα· [*](AB=) καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

[*](4. ν. μὲν δὴ παυσώμεθα ‖ 10. κληρωσόμενοι B: κληρώσοντες ‖ 12. supplevi ex B ‖ ἀλλʼ ἄγε ‖ 24. κουλεῷ ‖ ἀλλʼ post ἔπος ut B: omisi ‖ 26. A. εὐκμἡτω ‖ 29. λαὸν B: καλὸν)
251

310. ἀελπτέοντες σόον εἶναι] μείζονα χαρὰν εἶχον, ὅτι ἐξ ἀπροσ- [*](B=) δοκήτου τὸν στρατηγὸν ἐδέξαντο.

312. εἰς Ἀγαμέμνονα δῖον ἄγον—οἳ δʼ ὅτε δὴ κλισίῃσιν] ὥς φαμεν εἰς διδασκάλου, κἂν μὴ ᾖ ἐκεῖ ὁ διδάσκαλος. §. “κεχαρηότα” δὲ “νίκῃ·” τέτρωται γὰρ καὶ πέπτωκεν Ἕκτωρ καὶ ἀπηγόρευσε τῇ [*](B=) μάχῃ.

314. τοῖσι δὲ βοῦν ἱέρευσε] ἡ μὲν τιμὴ εἰς Δία γίνεται, ἡ δὲ [*](B=) χρεία τῶν κρεῶν εἰς τοὺς στρατιώτας.

321. νώτοισιν δʼ Αἴαντα] εὐτελῆ γὰρ τῆς ἀνδραγαθίας τὰ ἆθλα, [*](B=) ὡς κότινος καὶ σέλινον, τὰ δὲ τῆς πλεονεξίας χρυσὸς καὶ ἄργυρος. ἅμα δὲ διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα.

324. τοῖς ὁ γέρων πάμπρωτος] ὁ γέρων κατʼ ἐξοχήν, ὡς ὁ ποιητής· εἰς τοῦ〈το〉 γὰρ ἐστράτευσεν, ἀγωνιούμενος 〈ἐν〉 τῇ βουλῇ.

325. Νέστωρ, οὗ καὶ πρόσθεν] Ἀχιλλέα γὰρ ὅσον ἐφʼ ἑαυτῷ [*](B=) χαλεπαίνοντα διήλλαξεν Ἀγαμέμνονι καὶ τοὺς Ἕλληνας ὁρμῶντας εἰς τὰς πατρίδας ἐπέσχεν· καὶ περὶ διατάξεως ὑπέθετο “ὡς φρήτρη φρήτρηφιν” (Il. 2. 363), καὶ τοὺς ἀριστέας ὀκνοῦντας εἰς τὴν πρὸς Ἕκτορα μάχην ἀνήγειρεν.

327. Ἀτρεῖδαί τε καὶ ἄλλοι] καλῶς τὴν ἀρχὴν τῆς συμβουλίας [*](B=) εἰς τὸν ἄρχοντα φέρει, μηδὲ τοὺς ἄλλους παρείς.

328. πολλοὶ γὰρ τεθνᾶσι] προθυμοτέρους τοὺς ζῶντας ποιεῖ τῶν [*](B=) τεθνεώτων μελέτην ποιεῖσθαι· αἰσχρὸν γὰρ ἐδόκει τὸ μὴ ἀξιοῦσθαι ταφῆς. ἅμα δὲ καὶ διαναπαύειν θέλει τὸν ἀκροατὴν καὶ τειχομα- χίαν εἰσφέρειν. δῆλον δέ, ὡς ἑκάστοτε τὰς ἀναιρέσεις ἐποιοῦντο τῶν νεκρῶν.

πολλοὶ γὰρ τεθνᾶσι] εἴωθεν ἄρχεσθαι ἀπὸ τοῦ “γάρ·” τὴν γὰρ [*](A+ B=) αἰτίαν προτάσσει τοῦ πράγματος. ἐχρῆν δὲ τοὐναντίον ποιεῖν.

330. ἐσκέδασʼ ὀξὺς Ἄρης] σκληρῶς καὶ ἐμφαντικῶς τοῦτό φησιν.

ψυχαὶ δʼ Ἄιδόσδε κατῆλθον] ὅτι κἀκεῖ δεῖ γράφειν “πολλὰς δʼ [*](A=) ἰφθίμους ψυχάς” (Il. 1. 3), οὐ “κεφαλάς.”

332. * κυκλήσομεν] ἐφʼ ἁμαξῶν κομιοῦμεν.

334. τυτθὸν ἄπο πρὸ νεῶν] ἄπωθεν μὲν αὐτῶν, ἔμπροσθεν δέ. [*](A- B=) Ἀρίσταρχος ἀναστρέφει τὴν “ἀπό,” ἵνα σημαίνῃ τὸ ἄπωθεν, καὶ τὴν “πρό” ὡς πλεονάζουσαν κοιμίζει. ὁ δὲ Ἡρωδιανὸς τῆς “ἀκό” [*](13. το suppl. rec. ‖ 14. γ. τὸ ὅ. ut B ‖ 22. μελέτην ποιεῖσθαι scripsi, ‘fortasse μεταποιεῖσθαι’ W: μετοποιούμενος ut B ‖ 26. τοῦ γάρ A B: ἡλίου ‖ 31. ἐπ᾿ ἀμαξῶν κομίσομεν)

252
φυλάσσει τὸν τόνον, καὶ συντάσσει αὐτὴν τῷ “νεῶν,” τὴν δὲ “πρό” ὡς πλεονάζουσαν κοιμίζει. τινὲς δὲ τοῦ ἀπόπροθι ἀποκοπὴν αὐτὸ νομίζουσιν.

335. οἴκαδʼ ἄγῃ] καὶ πῶς ἐν Ὀδυσσείᾳ φησὶν “ἀμφʼ αὐτοῖσ〈ι δ᾿ 〉 [*](B=) ἔπειτα μέγαν” (Od. 24. 80). §. τοῦτο πρὸς παραμυθίαν τῶν ζώντων εἴρηται μέν, οὐχ οὕτω δὲ πέπρακται διὰ τὴν στάσιν τῶν Ἀτρειδῶν καὶ τὸν ἀποθύμιον πλοῦν.

336. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα] μεγάλην περιβολὴν ποιησά- μενοι. §. γράφεται δὲ καὶ “ἀμφίβολον” μέγιστον, ἐν ᾧ ἑκάστου ἀποκείσονται τὰ ὀστᾶ.

[*](AB=)

ἕνα χεύομεν ἐξαγαγόντες] ὑποστικτέον εἰς τὸ “χεύομεν.” §. τὸ [*](A+ B=) δὲ “ἐξαγαγόντες” ὅμοιόν ἐστι τῷ “Λαοδίκην ἐσάγουσα” (Il. 6. 252) ἀντὶ τοῦ εἰσερχομένη. οὕτω καὶ νῦν ἀντὶ τοῦ ἐξελθόντες τοῦ πεδίου. [*](B-) §. “ἄκριτον” δὲ ἀντὶ τοῦ χύδην ἰσόπεδον, ὅπως μὴ ἐπιγινώσκηται εἰ ἔστι τάφος. οὕτω Πορφύριος.

[*](B=)

337. δείμομεν ὦκα πύργους] ὦκα, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ τεῖχος γενέσθαι.

[*](A=)