Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

269. ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον] συνεπέδωκεν ὅλον τὸ σῶμα τῇ βολῇ, καὶ πάσῃ δυνάμει ἐχρήσατο.

[*](B=)

270. εἴσω δʼ ἀσπίδʼ ἔαξε] ἐπὶ μὲν Ἕκτορος τὸ ἀσθενὲς τῆς βολῆς δηλῶν “περιήχησεν” εἶπεν (267), ὡσὰν μηδὲ τοῦ ὀμφαλοῦ θλασθέντος· ἐπὶ δὲ Αἴαντος οὕτω κατέαξε τὴν ἀσπίδα ὡς καὶ πεσεῖν Ἕκτορα.

[*](B=)

271. βλάψε δέ οἱ φίλα γούναθʼ] οὐκ εἶπεν ὑπὸ τοῦ λίθου ἀλλὰ καὶ τῆς βολῆς, συνωσάσης ἐπʼ αὐτὸν τὴν ἀσπίδα.

[*](3. καὶ ἐπαΐξειν A ‖ 19. ἐπέσχεν B: εἴλησεν ‖ 32. κατέαξε B: κατήγαγε)
249

272. τὸν δʼ αἶψ᾿ ὤρθωσεν Ἀπόλλων] οὕτως Ἀρίσταρχος, οὐκ “ἄψ·” χρεία γὰρ τάχους πρὸς τὴν σωτηρίαν· παρῆν δὲ “φηγῷ ἐφʼ ὑψηλῇ” (60).

273. καί νυ κε δὴ ξιφέ〈ε〉σσʼ αὐτοσχεδόν] τοῦτο γὰρ ἔλειπεν. §. τὸ δὲ “αὐτοσχεδόν” ὀξυντέον· τὰ γὰρ εἰς δον ἐπι〈ρ〉ρήματα ἐν [*](B=) τῇ συνθέσει φυλάσσει τὸν τόνον.

274. εἰ μὴ κήρυκες —ἦλθον] οἰκονομικῶς σῶσαι θέλων τὸν Ἕκτορα [*](B=) τῇ ποιήσει, διαλύει τὴν μάχην.

276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ- [*](A- B =) χεται, Ἕκτορα σώσων κινδυνεύοντα, ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος παραιρούμενος. ἀλλ᾿ οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα—ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσ〈θ〉αι λέγει—ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον, καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα, ἔνθα τύχης οὐ τέχνης κρίσις· ἀπὸ ἴσου ἄρα ὁρμῶνται.

* κατὰ τὸ σιωπώμενον οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.

[*](B=)

278. * Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς] ἠτυμολόγηται ὁ Ἰδαῖος· δεῖ δὲ συνετὸν εἶναι τὸν κήρυκα.

279. μηκέτι, παῖδε φίλω] ὃ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν [*](B=) “παῖδε φίλω” φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος “Ἰδαῖς.”

281. ἄμφω δʼ αἰχμητά] ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἔκτορος [*](B =) ἧτταν ἐπικαλύπτων.

282. νὺξ ἤδη τελέθει] εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. §. τὸ δὲ “τελέθει” ἀντὶ τοῦ γίνεται, ἀρ⌈χὴν⌋ λαμβάνει ἡ νύξ, τέλ⌈ειος⌋ ἐγένετο νύξ.

284. Ἕκτορα ταῦτα κελεύε〈τε〉] πρᾴου μὲν τὸ ἦθος· οὐ γὰρ [*](B=) προσφιλονεικεῖ, κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι οὐκ εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα 〈μὴ〉 ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι, ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον. διό φησι “καὶ πινυτήν” (289) 〈καὶ〉 νῦν ἐγκωμιάζει, ὑπο- γυ〈ί〉 ως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων· ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο “Αἶαν ἁμαρτοεπές” φησίν (Il. 824). §. ἀντὶ δὲ τοῦ ἐπιταφίου εἰκόνα ἀνιεροῖ τῷ Αἴαντι ὁ ποιητής.

[*](1. οὔχʼ ἂψ ‖ 12. supplevi ex B ‖ 13. ὁρᾷ B: ὁρῶν ‖ 14. ἄρα W: γὰρ ut A B ‖ 26. ὅτι μὴ ε. ‖ 27. supplevi ex B)
250

286. *ᾗπερ ἄν] ὥσπερ ἄν.

[*](A+ B=)

289. καὶ πινυτήν] ὑποστικτέον εἰς τὸ “πινυτήν” ⌈ἢ⌋ εἰς τὸ “φέρτατος ἐσσί.”

[*](B=)

290. νῦν μὲν παυσώμεσθα—σήμερον] καλῶς προσέθηκε “σήμερον,” ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν.

[*](B=)

292. * δώῃ δʼ ἑτέροισί γε νίκην] ἐντέχνως, ὡς νῦν μὴ νικηθείς.

[*](B=)

293. ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι] παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀορίστου, ἀντὶ τοῦ πεισθῆναι.

[*](B=)

295. σούς τε μάλιστα ἔτας] καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς οὖν πάντας μέν φησιν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις 〈οἱ ἄριστοι〉, ἀλλά γε τοὺς σοὺς ἑταίρους· Ἕκτωρ δὲ ἀντίζηλον οὐκ ἔχει. §. ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος.

[*](AB =)

298. θεῖον δύσονται ἀγῶνα] τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, διὰ τὰ ἀγάλματα.

*δύσονται] ἔν τισι “δύνονται,” οὐκ ὀρθῶς.

[*](B=)

299. δῶρα δʼ ἄγʼ ἀλλήλοισι] ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος.