Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

228. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα—ἀλλʼ ὃ μὲν ἐν νήεσσι] ἐπί- [*](B=) τηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείττονος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι Ἀχιλλέα ἢ ἀποπεπλευκέναι.

230. * ἀπομηνίσας] Ἀρίσταρχος “ἐπιμηνίσας.”

231. * τοῖοι] ἀγαθοί.

[*](B +)

232. ἀλλʼ ἄρχε μάχης] βραδὺς γὰρ καὶ δεύτερος ὁ Αἴας ἀεί. [*](B-) ἅμα δὲ εὐτελίζει τὸ προπετές. ἢ εὐτελίζων αὐτόν φησιν, ὡς καὶ αὐτὸς “ἠύτε παιδὸς ἀφαυροῦ” (235) φησίν, ἢ ἵνα πλεονεκτῇ κἀν τούτῳ ὁ Ἕκτωρ.

235. μή τι μευ ἠύτε παιδός] συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι κατα- [*](B=) πλήττων αὐτὸν ἄρχειν ἐκέλευε τῆς μάχης.

238. οἶδ᾿ ἐπὶ δεξιά, οἶδʼ ἐνʼ ἀριστερά] ὁ Κάσ〈σ〉ιος “δεξιά” [*](B-) μὲν τὸ διώκειν, “ἀριστερά” δὲ τὸ φεύγειν· καὶ Ἀχιλλεὺς γάρ, φησί, ποδώκης καὶ ποδάρκης.

νωμῆσαι βῶν] τοῦτο ἐξήγησίς ἐστι τοῦ “σακέσπαλος.” §. “βῶν” δὲ ἀντὶ τοῦ ἀσπίδος.

[*](A +)

βῶν ἀζαλέην] αἱ Ἀριστάρχου “βῶν·” ἡ Ἀριστοφανεία “βοῦν·” [*](A-) ἡ Ῥιανοῦ “βῶ,” ὡς βορέαο “βορέω ὑπʼ ἰωγῇ” (Od. 14. 533)· ἐν τοῖς παλαιοῖς ἐγέγραπτο “βόν,” ὅπερ οὐκ ἐνόησαν οἱ διορθωταί.

[*](6. ὃν ποίησεν ‖ πολλῆ ‖ 7. post ἀρ. omisi μετῆλθεν ἀφικνεῖσθοι πρὸς αὐτὸν ‖ σπουδῇ: corr. W ‖ 33. ἡ ἠριανοῦ: corr. Hecker ‖ ὑπτωγῆ ‖ 34. βὼν: corr. Bekker)
248

239. τό μοι ἐστὶ ταλαύρινον] τὸ σάκος· πρὸς γὰρ τὸ συνώνυμον ἀπήντησεν, ὡς “νεφέλη δέ μιν —τὸ μὲν οὔποτε” (Od. 12. 74).

240. *ἐπαΐξαι] γράφεται καὶ “ἐπαΐσσειν.”

[*](A-)

241. δηίῳ μέλπεσθαι] αἱ Ἀριστάρχου “δηίων μέλπεσθαι.”

[*](B=)

ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν ἐμφαίνει τῶν δεινῶν.

[*](B=)

242. ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν —λάθρῃ] καίτοι πάντα τρόπον μάχης εἰδώς· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά.

[*](B=)

*τοιοῦτον] ἠθικῶς, μέγαν τε ὁρῶν καὶ θαυμαστόν.

246. *ὃς ὄγδοος ἦεν] ἄκρον.

[*](B+)

247. ἓξ δὲ διὰ πτύχας ἦλθε] συναριθμουμένου τοῦ χαλκοῦ τῇ ἑβδόμῃ, ἥτις ἦν ῥινός, ἢ μιᾶς παραλειπομένης.

[*](B=)

252. ἠρήρειστο] ἐτράχυνε τὰς συλλαβάς, τὴν βίαν δηλῶν.

[*](B=)

255. τὼ δʼ ἐκσπασ〈σ〉αμένω δόλιχʼ ἔγχεα] τὸ ἴδιον ἑκάτερος ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος.

[*](B=)

258. Πριαμίδης μὲν —σάκος] ἐνάρχεται πάλιν, οὐκ ἂν οἶμαι ἀμβλυ〈ν〉θείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.

[*](B=)

261. στυφέλιξε δέ μιν μεμαῶτα] εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ ἐπέσχεν.

[*](B=)

262. τμήδην αὐχένʼ ἐπῆλθε] φυλάσσει μὲν Ἕκτορα τῇ ὑποθέσει, τὴν δὲ καιρίαν Αἴαντι δωρεῖται, ἐπὶ τὸ ἐπικίνδυνον φέρων τὴν ὑπό- θεσιν.

[*](B=)

263. ἀλλʼ οὐδʼ ὣς ἀπέληγε] Αἴαντα ἐπιτείνει, τὸ πρόθυμον τοῦ Ἕκτορος αὔξων.

[*](B=)

264. ἀλλʼ ἀναχασσάμενος] ἡττώμενος ἐν τῇ συστάδην μετάγει τὴν μάχην ὡς πρὸς ἄτρωτον ἢ βαρύοπλον πολεμῶν.

265. μέλανα, τρηχύν τε] τραχύν· τοῦτο συμβαίνει τοῖς μέλασιν.

[*](B=)