Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. τῷ δʼ ἔπι Τυδείδης] φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπραγμέ- [*](B=) νοις καὶ θερμότερός ἐστι τῶν Αἰάντων.

164. τοῖσι δʼ ἐκʼ Αἴαντες] δευτερεύει γὰρ Αἴας Ἀχιλλέως· [*](B=) συνανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν· “ἶσον” γὰρ “θυμὸν ἔχοντε” (Il. 13. 704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ ἵνα, ὅταν ἡττᾶται Ἕκτορι, τὸν Δία νοῶμεν (Il. 16. 114).

165. τοῖσι δʼ ἔπ᾿ Ἰδομενεύς] ἐκείνων μὲν λείπονται, Εὐρυπύλου [*](B=) δὲ καὶ Θόαντος ὑπερέχουσιν· συνεργεῖ δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ.

167. τοῖσι δʼ ἔπ᾿ Εὐρύπυλος] κρείττων καὶ οὗτος τὰ πολεμικὰ [*](B=) Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας “ἀγορῇ δέ 〈ἑ〉 παῦροι Ἀχαιῶν νίκων, ὁπ〈π〉ότε κοῦροι ἐρίσ〈σ〉ειαν” (Il. 15. 283).

168. δῖος Ὀδυσσεύς] οὐχ ὡς δειλὸς ἀλλʼ ὡς σοφὸς εἰς πάντα [*](B -) μέλλει. ἄλλως τε περὶ πάντων ἀπελογήσατο “πάντες ἄῤ οἵ γʼ ἔθελον” (169).

170. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος] ὁ καὶ ἀναστῆναι προ- [*](B=) τρέψας, οὐχ ὁ βασιλεύς, ὃς πονεῖν ἐθέλει. §. ὅτι τοὺς μὲν καθίστησι, τοὺς δὲ ἀνίστησι Νέστωρ.

171. πεπάλαχθε] αἱ πᾶσαι “πεπάλασθε” παρὰ τὸν Πάλλαντα [*](A+ B -) ἢ ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. §. “πεπάλαχθε” δὲ μολύν- [*](B=) θητε.

ἄλλως: κλήρῳ νῦν πεπάλαχθε] ἀνοήτως, φασίν, ἐπὶ κλῆρον ἔρχεται, [*](B=) [*](2. supplevi ex A B ‖ 13. supplevi ex B ‖ 17. ἔχοντες ut B ‖ 19. νοοῖμεν ut B ‖ 24. ἐνίκων ἀχαιῶν ‖ 26. ἀπελογίσατο ‖ 31. ?)

244
δέον ἑλέσθαι τὸν ἄριστον, ὅπου κίνδυνος ἦν καὶ τὸν φαυλότατον λα- χεῖν. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποί, πρός τε τὸν πολέμιον ἵνα ἐνδείξηται ὅτι οὐχ ἕνα μόνον 〈οἴεται〉 ἀξιόχρεων εἶναι πρὸς αὐτὸν μάχεσθαι, καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, μήτε ληφθεὶς ὑπὸ τοῦ ἀρίστου λελῆφθαι, ἀλλʼ ὑπὸ τοῦ λαχόντος· ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.

[*](A + B=)

διαμπερές] διηνεκῶς ἀπὸ πέρατος εἰς πέρας ἐλθόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων· εἶτα ἀπὸ ἄλλης ἀρχῆς, ὃς γὰρ ἂν λάχῃ, καὶ [*](A+ B-) Ἕλληνας καὶ ἑαυτὸν ὠφελήσει. §. τινὲς τελείαν εἰς τὸ “λάχῃσιν.” λέγει δὲ κληρώθητε· λάχοι γὰρ ἄν τις· ὡς καὶ τὸ “μάρνασθʼ ὁπ〈π〉οτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ” (Il. 5. 33)· οἳ δὲ στίζουσιν εἰς τὸ “πεπάλασθε,” εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει τοὺς Ἀχαιούς.

172. *Ἀχαιούς] ὡς ἔχοντας ἀξιόμαχον Ἕκτορι.

[*](B=)

175. ἐσημήναντο] γράμμασιν· καὶ πῶς οὐ γιγνώσκει ὁ κῆρυξ; ἐθνικὰ γὰρ ἦν.

[*](B =)

177. λαοὶδʼ ἠρήσαντο] ἡδέα καὶ Ἑλληνικὰ ἀγωνιᾶν τοὺς Ἕλληνας [*](A=) περὶ εὐδοξίας. §. διχῶς δὲ “θεοῖς 〈ἰδὲ χεῖρας〉” καὶ “θεοῖσι δὲ χεῖρας.”

[*](B=)

179. ἢ Αἴαντα λαχεῖν] τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατʼ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον 〈καταλέγουσα.〉

*λαχεῖν] λείπει τὸ δός.

[*](B=)

181. πάλλεν δὲ Γερήνιος] εἰς 〈τὸ〉 μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γάρ. §. τὸ δὲ “πάλλεν” ἀντὶ τοῦ ἐκλήρου.

[*](A B=)

184. * βαρυντέον τὸ “ἐνδέξια·” ἐπίρ〈ρ〉ημα γάρ ἐστιν, ἀντὶ τοῦ ἐπιδεξίως.

[*](B-)

185. οἳ δʼ οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν μετή- νεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχοντος Εὐκλείδου, ὥς φησιν Ἔφορος. §. τινὲς δὲ τὸ “οἵ” περισπωμένως καὶ δασέως, ἵνʼ ᾖ αὐτοῦ τοῦ Αἴαντος αὐτὸν εἰδότες, κακῶς.

[*](B=)

* ἀπηνήναντο ἕκαστος] ἐξαρτᾷ τέως ἡμῶν τὸν νοῦν, οὐκ εὐθὺς ἐπὶ 〈τὸν Αἴαντα〉 τὸν κλῆρον φέρων.

[*](4. supplevi ex B ‖ 6. λειφθεὶς et λελεῖφθαι B ‖ 11. μάρνασθαι ‖ 12. ὀρέξει ‖ 16. ἀπορία et λύσις supra add. sec. ‖ 19, 21. supplevi ex B ‖ 23. εἰς scripsi: ὡς ut B ‖ 29. ἐαν ‖ 31. Εὐκλήτου ‖ 32. αἴαντες ‖ 33. ἐξαρτᾳ B: ἐναρτᾳ ‖ 34. suppl. sec. ut B)
245

187. *ὅς μιν ἐπιγράψας] διχῶς ἡ γραφή.

189. γήθησε δὲ θυμῷ] ἀλλαχοῦ τὸ σῶμα, νῦν δὲ τὴν γνώμην αὐτοῦ ἐπαινεῖ. §. καλῶς δὲ οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ 〈ἂν〉 εἰρω- [*](B+) νικὸν ἐπὶ τῶν φίλων ἦν· ἑξῆς δὲ καταπλήσσει τὸν πολέμιον.

192. δοκέω νικησέμεν] μέτριον καὶ Ἑλληνικόν· οὐχ ὡς ὁ Ἕκτωρ [*](B-) 〈γὰρ〉 περὶ τῶν ἀδήλων ὑπισχνεῖται “ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούς” (Il. 8. 182).

193. * ἀλλ᾿ ἄγετε] ἐπασφαλίζεται ὡς διακινδυνεύων.

194. τόφῤ ὑμεῖς εὔχεσθε] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔ- [*](B=) χεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσακούεται. §. ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.

[*](B=)

195. σιγῇ ἐφʼ ὑμείων] ἵνα μὴ δόξωσιν ἐπʼ εὐχὰς τρέπεσθαι, τὸν [*](B=) Ἕκτορα δεδοικότες.