Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. πατρὸς δ᾿ ἐν μεγάροισι] μητροπάτορος· ἐτεθνήκει γὰρ Ἠετίων.

[*](B=)

429. Ἕκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πατήρ] τὸ σχῆμα καλεῖται σχέσις· ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς.

[*](B=)

430. θαλερὸς παρακοίτης] ἀγαπητός· “τοιόνδε θάλος” (Od. 6. 157) ἀγάπημα.

[*](B=)

431. ἀλλʼ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ] ἡ μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἣ δὲ ὡς ῥιψοκίν- δυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ—οἶδε γάρ, ὅτι οὐ πείσει—ἀλλʼ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολεμίους καὶ σωθήσεται.

[*](A +)

432. μὴ παῖδʼ ὀρφανικὸν θήῃς] οὕτω διὰ τοῦ η τὸ “θήῃς.”

[*](9. διηγεῖται A: διαλέγεται ut B || 11. ἀμόν || 13. post ἁμ. omisi καὶ ἀμᾶν || 14. κε σʼ οἶνος: corr. W || 33. ὅθεν ante καὶ ut B: omisi)
227

433. λαὸν δὲ στῆσον παῤ ἐρινεόν] οὐ πρέποντα τὰ τῆς ὑποθήκης [*](A ~ B=) γυναικί· ἀλλʼ εἰ καὶ γυναικὶ μὴ πρέπει, τῇ γε Ἀνδρομάχῃ πρέπει, ἐπεὶ καὶ οὐχʼ ἱπποκομεῖν γυναικός, ἡ δὲ Ἀνδρομάχη τοῖς Ἕκτορος καὶ πυρὸν παρατίθησι καὶ κεράσασα οἶνον (Il. 8. 185), ὡς φίλαν- δρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα· μείνασα δὲ χρόνον ἐπὶ τοῦ τείχους εἶδεν.

434. * ἄμβατος] οὕτως Ἀρίσταρχος, Καλλίστρατος δὲ “ἀμ- [*](A =) βάτη.”

ἄμβατός ἐστι πόλις] πέπλασται πρὸς τὸ ἀποστῆσαι τὸν ἄνδρα [*](B=) τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ.

435. τρὶς γὰρ τῇδ᾿ ἐλθόντες] διὰ τί, φασί, τοῦτο οὐ συνεῖδεν ὁ [*](B=) Ἕκτωρ; ἀλλὰ συνεῖδεν. φησὶ γὰρ “ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι” (441).

436. ἀμφʼ Αἴαντε δύω] περιειργάσατο τὰ ὀνόματα παρά τινος. [*](B -) ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ Διομήδους μάχην γεγονότων.

437. * Ἀτρείδας] Ἰξίων δυϊκῶς “Ἀτρείδα.”

[*](A +)

438. ἦ πού τι〈ς〉 σφιν ἔνισπε θεοπροπιῶν εὖ εἰδώς] ὑποβάλλει, [*](Β=) ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι τὴν πόλιν.

439. ἤ νυ καὶ αὐτῶν θυμός] διὰ τὸ “ἤ που” (438) καὶ τὸ “νύ” [*](A =) ὀξυντέον τὸν η, ὃς δύναται διαζευκτικὸς ἢ παραδιαζευκτικὸς εἶναι. §. γράφε〈τα〉ι δὲ καὶ “αὐτούς.”

[*](A =)

441. * τάδε πάντα] ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία.

[*](B=)

442. αἰδέομαι Τρῶας] νόμος ἄρχουσιν αἰδεῖσθαι τοὺς ὑποτεταγ- [*](B=) μένους· χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δειλόν. §. “ἑλκεσιπέπλους” [*](A=) δὲ τὰς ἐν τῷ βαδίζειν ἑλκούσας τὸν πέπλον.

444. * θυμός] ἐξ ἐπιλογισμοῦ.

[*](B=)

ἐπεὶ μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ [*](AB=) τὸ “μάθον” ἀντὶ τοῦ εἴωθα.

445. αἰεὶ καὶ πρώτοισι] ὁ Νικάνωρ φησίν, ὅτι δεῖ στίζειν εἰς τὸ [*](B=) “α〈ἰ〉εί,” ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. §. κοινὸν δὲ [*](A =) τὸ “αἰεί·” μάθον 〈ἔμμεναι ἐσθλὸς αἰεί〉, καὶ αἰεὶ μάθον 〈μάχεσθαι〉.

446. * ἀρνύμενος πατρός τε] οὐ μόνον ἑαυτῷ δόξαν ἀλλὰ καὶ τῷ [*](B=) πατρὶ θέλει διασῴζειν.

[*](8. ἀμβάτη A: ἀμβατεῖν || 12. μέλλει || 17. Ἀτρείδα scripsi: Ἀτρεῖδαι || 25. δειλόν B: δειλῶν)
228
[*](B=)

448. * ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν ἀριστείαν Διομήδους.

[*](A - B =)

ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαράμυθον ποιεῖ, καὶ οὐ τῆς ἁλώσεως 〈αὐτῆς〉 μέμνηται, ἀλλὰ τὴν ἑαυτοῦ φιλο- στοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει 〈χρόνον〉· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου. προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα.

[*](B=)

450. ἀλλʼ οὔ μοι Τρώων —οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο] ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν, ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν· ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει, τοσούτων οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ.

[*](B=)

ἀλλʼ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει] ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἣ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὃ δὲ καὶ τῶν περιόντων αὐτὴν προτιμᾷ· ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρβάρων φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.

451. * οὔτ᾿ αὐτῆς Ἑκάβης] ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φιλοστοργία.

[*](B-)