Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

357. * ἐπί] Πτολεμαῖος ἀναστρέφει τὴν “ἐπί” πρόθεσιν, Ἡρα- κλέων δὲ οὔ.

[*](B=)

* Ζεύς] ἰᾶται τὰ πταίσματα, εἰς τὸν Δία ἀνάγουσα τὴν αἰτίαν.

[*](1. suppl. W || 7. ἀποέρσει || 13. εἰ ante ᾔδει omisi || 16. οὐ γὰρ || 28. σεῖο)
223

358. πελώμεθʼ ἀοίδιμοι] λεληθότως αὔξει τὴν ποίησιν.

[*](B=)

360. φιλέουσά περ] πιθανῶς προσέθηκε τὸ “φιλέουσα,” ἵνα μὴ [*](B=) ὑπʼ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι.

362. οἳ μέγʼ ἐμεῖο ποθὴν—ἔχουσιν] στρατιωτικὸν τὸ τῆς ἀλαζονείας [*](B=) καὶ κατὰ τὸν Ἕκτορα.

363. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον] οὐκ ἠξίωσεν αὐτῷ διαλέξασθαι τὸ [*](B=) πᾶν ἐπιτρέποντι τῇ γυναικί.

364. ὥς κεν ἔμʼ ἔντοσθε〈ν〉 πόλιος] ὡς τάχιστα διαλεξόμενος τῇ [*](B=) γυναικί.

365. ὄφρα ἴδωμαι οἰκῆας] τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ [*](B=) ἐλθόντα μὴ ἰδεῖν· προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα.

367. οὐ γάρ τʼ οἶδ᾿, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι] τὸ τέλειον οὐ [*](A B =) γάρ τε. §. πολεμικὸς ὢν οἶδε τὸ τῶν πολεμικῶν κινδύνων ἄδηλον.

[*](B =)

370. δόμους εὖ ναιετάοντας] διὰ τὴν τῶν δεσποτῶν πρόνοιαν· ἐπὶ [*](B =) δὲ Ἀλεξάνδρου (314) “καλά.”

371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε [*](A B +) τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον, ἅμα δὲ καὶ κρίνειν τὸν ἀκροατὴν 〈ἀξιοῖ〉, εἴγε Ἑκάβην μὲν εὗρε καὶ Ἑλένην· ἀπῄει δὲ κατηφής, τῶν φιλτάτων οὐ θεαθέντων· ἐν δὲ τῷ τείχει παραδόξως συντυγχάνει αὐτοῖς.

373. πύργῳ ἐφεστήκει] τὴν αἰτίαν τῆς ἐξόδου φησί, παραμυθού- [*](B=) μενος ἡμᾶς συναχθομένους τῷ Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τῷ πατρὶ τῷ Διὶ προτεῖναι τὸν παῖδα διὰ τὸ ῥιψοκίνδυνον.

377. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος] τοῦ ποιητοῦ τὸ ἐπίθετον, [*](B=) οὐ τοῦ προσώπου.

378. ἠέ πῃ ἐς γαλόων] τὰς αἰτίας φησί, διʼ ἃς προιέναι τὰς [*](B=) σώφρονας δεῖ.

εἰνατέρες αἱ τῶν ἀδελφῶν γυναῖκες.

383. οὔτε πῃ ἐς γαλόων] ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται [*](B=) ὑπὲρ αὐτῆς ἡ θεράπαινα, ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ.

389. μαινομένῃ εἰκυῖα] ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβα〈κ〉χεῦσθαι [*](B=) τῇ προόδῳ.

[*](8. πόληος || 13. οἶδεν W : ὁ μὲν || 18. supplevi ex B || 19. θεαθέντων A B, κατειλημμένων coni. W: ἀπολλυμένων || 28. post γυναῖκες add. sec. ὡς Ἑλένη πρὸς Ἀνδρομάχην)
224
[*](B=)

φέρει δʼ ἅμα παῖδα τιθήνη] ἢ ὅτι ὑποτίτθιος ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας.

[*](B=)

390. ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ] οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα· καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν τῶν πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου.

[*](B=)

392. * διερχόμενος μέγα ἄστυ] μετὰ τὸ διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών, ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται.

393. τῇ ἄῤ ἔμελλε διεξίμεναι] ἐῴκει ἑαυτῷ καὶ ἐδόκει ἡ γυνὴ προεληλυθέναι.

[*](B-)

394. ἔνθʼ ἄλοχος πολύδωρος] ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη τὸν 〈Ἕκτορα〉,|ὡς δῆλον ἐκ τοῦ “πύργῳ ἐφεστήκει·” οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται, καὶ ἰδοῦσα ἐξιέναι μέλ- λοντα προστρέχει, ἵνα αὐτὴν μὴ φθάσῃ παραλλάξαι.

[*](B -)

ἦλθε θέουσα] μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ· δείκνυσι δὲ τὸ φίλανδρον τῆς Ἀνδρομάχος.

395. μεγαλήτορος Ἠετίωνος, Ἠετίων] “οἵη περ φύλλων γενεή, φύλλα” (146).

[*](A~)