Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

326. οὐ μὲν καλὰ χόλον] ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας—οὐ [*](B +) γὰρ ὡς ἀσθενοῦς, ἀλλʼ ὡς ῥᾳθύμου κατηγορεῖ —〈καὶ〉 οὐχ ὑγιῶς φησιν ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν, ὡς θελήσαντες αὐτὸν ἐκδοῦναι Μενελάῳ· ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν λοιδορεῖσθαι.

327. λαοὶ μὲν φθινύθουσι] περικέκοπται ὁ λόγος· ἐφυλάξατο [*](B=) γὰρ εἰπεῖν, σὺ δὲ καθέζῃ ἀκίνδυνος.

περὶ π〈τ〉όλιν] περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς ἐγγὺς ὄντος τοῦ δεινοῦ.

328. σέο δʼ εἵνεκʼ ἀυτή] . . . Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλέξανδρον ἀδίκως, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει Πατρόκλου (ll. 17. 509).

330. εἴ τινά που μεθιέντα] “ὅντινά που” οὕτως αἱ Ἀριστάρχου.

[*](A -)

331. ἀλλʼ ἄνα] ἐφυλάξατο ἐπαγαγεῖν τῷ “λαοὶ μέν” ‘σὺδὲ καθέζῃ.’

*θέρηται] καυθῇ.

335. οὔτε νεμέ〈σ〉σι] διὰ τοῦ ι μακροῦ τὸ “νεμέσ〈σ〉ι, ὡς Θέτι.

336. ἥμην ἐν θαλάμῳ] δασυντέον τὸ “ἥμην,” ἀντὶ τοῦ ἐκαθήμην· [*](A- B=) τινὲς δὲ ψιλοῦσιν ἀντὶ τοῦ ὑπῆρχον, κακῶς.

ἄχεϊ προτραπέσθαι] εἶξαι τῇ συμφορᾳ καὶ ἀφησυχάσαι. δέον δὲ [*](A - B =) ἔργοις ἀνανεοῦσθαι τὸ πταῖσμα διὰ ἡσυχίας φησὶν ἀνακτᾶσθαι ἑαυτόν.

337. νῦν δέ με παρειποῦσʼ ἄλοχος] ὡς ἐρῶν κηδεμόνα τῆς πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελφοῦ.

339. νίκη δʼ ἐπαμείβεται ἄνδρας] ὡς τὸ “κεῖνον δʼ αὖθις ἐγώ” [*](B =) (Il. 3. 440). τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιάπτει τὸ κατόρθωμα. §. ὁ δὲ “δέ” ἀντὶ τοῦ γάρ.

342. τὸν δʼ οὔτι προσέφη] καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν [*](B=) εἰπόντα “νῦν δέ με παρειποῦσʼ ἄλοχος,” ἀλλὰ τῇ Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ “ἀλλὰ σὺ ὄρνυθι τοῦτον” (363).

343. προσηύδα μειλιχίοισι] προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς [*](B=) διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν.

344. δᾶερ] τῷ συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα· ἐπεὶ [*](B=) δὲ διʼ αὐτὴν ἀτυχοῦσι Τρῶες, προαναστέλλει τὴν κατηγορίαν καὶ τὴν εὔνοιαν αὐτῶν ἐπισπᾶται.

[*](4. supplevi ex B || 12. lacunam indicavi || 13. an ἱκανῶς pro ἀδίκως ? || 16. τῷ scripsi: τὸ)
222
[*](B=)

345. ὅτε με πρῶτον τέκε μήτηρ] ὡς παῤ αὐτὸ 〈τὸ〉 τῆς γενέσεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.

[*](A B=)

348. πάρος τάδε ἔργα γενέσθαι] πιθανῶς παρέδραμε τὴν αἰσχύ- νην τῶν εἰργασμένων.

[*](A + B -)

ἀπόερσε] ψιλωτέον τὸ “ἔρσε.” πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι θέλει. γίνεται δὲ ἀπὸ τοῦ ἔρρω· “ἔναυλος ἀποέρσῃ” (Il. 21. 283).

[*](B=)

349. *τεκμήραντο] εἰς τέλος ἤγαγον, διὰ τὸ τέκμωρ.

[*](B=)

350. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος] διδάσκει ὁ ποιητὴς τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι· ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γεγε- νῆσθαι γυνή.

[*](B-)

351. ᾔδη νέμεσίν τε] ᾔδει πρὸς τὸ φυλάσσεσθαι μὴ ἐμπίπτειν εἰς αὐτά· “οἶδεν τό γʼ αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών” (Eur. Hec. 602).

352. οὔτʼ ἂρ 〈νῦν〉 φρένες—οὔτʼ ἄῤ ὀπίσ〈σ〉ω] οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας.

[*](B=)

354. ἀλλʼ ἄγε νῦν εἴσελθε—δᾶερ] τὸ συνεχὲς τοῦ “δᾶερ” ἐκεῖνο ἦν, “δᾶερ ἐμεῖο κυνός,” “εἴσελθε καὶ ἕζεο.” μέσα δὲ παρενθεῖσα πλείονα ἀπʼ ἄλλης ἀρχῆς ἤρξατο, “ἀλλʼ ἄγε, νῦν εἴσελθε καὶ ἕζεο.” τὸ δὲ “δᾶερ” ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει.

[*](B=)

ἀλλʼ ἄγε νῦν εἴσελθε] μέχρι τῆς αὐλῆς προεληλύθει· φιλοφρονη- τικὸν δὲ τοῦτο.

[*](A + B =)

355. ἐπεί σε μάλιστα] ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ “〈σ〉έ” ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι· ἡ δὲ συνήθεια ἐγκλιτικῶς ἀνέγνω.

[*](B=)

356. εἵνεκʼ ἐμεῖο κυνός] Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν Ἀλεξάνδρῳ· “σέο〈δ᾿ εἵνεκα〉” γάρφησιν “ἀυτή τε” (328). ἣ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει, προκαταλαμβά- νουσα τὴν αἰτίαν Ἕκτορος. §. τὸ δὲ “ἕδεο” τὸ μὲν παθητικὸν διὰ τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ τοῦ ι.

[*](A + B=)