Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

286. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα] εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε γὰρ [*](B=) συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ δύναται ὡς μήτηρ, οὔτε ἀπολογεῖσθαι, ἵνα μὴ παροξύνῃ Εκτορα.

289. ἔσάν οἱ] δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ συνεμπίπτειν τὴν [*](A +) “οἱ” ἄρθρῳ πληθυντικῷ.

291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ [*](AB=) Αἰγύπτου ἦλθεν, ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου· τῆς περιερ- γίας δὲ Ἀλεξάνδρου τὸ μὴ 〈μόνον〉 ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας.

ἐπιπλώς] ἀποκοπή, οὐ συγκοπή.

ἐπιπλὼς εὐρέα πόντον τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγεν] βορειο- [*](B+) τέρα γὰρ τῆς Ἑλλάδος ἐστὶν ἡ Ἰλιάς.

293. τῶν ἕνʼ ἀειραμένη] οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλεξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον· ἀλλʼ οὔτε Ἑλένης ὁ πέπλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες.

τῶν ἕνʼ ἀειραμένη] τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονο- [*](B=) μοῦσι παῤ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει, ἑτέρωθι δὲ ἡ Ἑλένη Τηλεμάχῳ τὸν πέπλον, (Od. 15. 123), καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (Od. 21. 59).

295. ἔκειτο δὲ νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα [*](B +) πρόχειρα.

300. τὴν γὰρ Τρῶες ἔθηκαν] οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βού- [*](B +) λεται τοὺς ἱερεῖς εἶναι, οὔτε ἑνὸς ψήφῳ, ἀλλʼ ὃν πλῆθος ἕλοιτο.

304. εὐχομένη δʼ ἠρᾶτο] ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι δεῖ, [*](B =) οὐκ ἰδίᾳ ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην τῷ Ἀπόλ- λωνι ὑπὲρ τῶν Ἑλλήνων παρόντος τοῦ Ὀδυσσέως (Il. 1. 451).

305. ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· παρὰ Καλλιμάχῳ “οἳ δὲ— [*](A= B -) [*](4. ἀτέρ ποῦ ὀιζύες ἀτέρ ποῦ || 4, 5. supplevi ex B || 5. κ. μ. έ. B: ἵνα μὴ ἐπὶ ἐμοῦ || 10. ὀξεῖαι W, cf. A: οἰκεῖαι || 11. ἄρθρον πληθυντικῶς || 13, 14. περιεργείας || 14. supplevi ex A || 17. ἐκείνην ante τὴν omisi || 34. οἱ δὲ παρὰ Καλλιμάχῳ τὸν οὐκ ἀγαθὸν ἐρ. A)

220
τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν” (fr. 462 Schn.). παρά τισι δὲ ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις· ἄμεινον δὲ “ῥυσίπτολιν·” καὶ οἰκεῖον ταῖς περὶ σωτηρίας εὐχομέναις τῆς πόλεως, ὡς καὶ ἐκεῖ “Ἀθηναίῃ ληίτιδι” (Il. 10. 460).

307. πρηνέα δὸς πεσέειν] ἕτερα παρὰ τὴν πρόσταξιν εὔχεται· διὸ ἀνανεύει ἡ Ἀθηνᾶ.

[*](B=)

Σκαιῶν, προπάροιθε πυλάων] ὡς μέχρι τούτων ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖν εἰς τὴν πόλιν.

[*](B=)

311. ἀνένευε δέ] τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας.

[*](B =)

313. πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει] ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἐδείματο οἴκησιν κατʼ ἰδίαν.

[*](B+)

315. τέκτονες] “τέκτονες” οἱ λαοξόοι, ὅθεν καὶ ἀρχιτέκτων. τὸ δὲ “ἔτευξε” ἐπεστάτησε—καλλωπιστὴς γάρ—καὶ ἴσως πρὸς ζῆλον τῆς Μενελάου οἰκίας, ὥστε εἰ δυνατὸν ἦν ἥρπασεν ἂν καὶ αὐτήν.

[*](B +)

316. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν] “δῶμα” ἐποί- ησαν, ἐν ἦν θάλαμος καὶ αὐλή· ἢ “δῶμα” τὸν ἀνδρῶνά φησιν.

317. ἐν πόλει ἄκρῃ] ⌈μ⌋έχρι νῦν ἴχνη αὐτῶν ἐστιν· τὰ δὲ Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει.

[*](B=)

319. ἔγχος ἔχε] πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλεξάνδρου θρα- σὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος, προμηνύων τὴν ἄφιξιν. §. “ἑνδε- [*](B=) κάπηχυ” δὲ ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο καὶ εἰκοσίπηχυ (Il. 15. 678).

[*](B=)

320. πόρκης] ὁ τῆς ἐπιδορατίδος δακτύλιος. §. “πόρκης” δὲ διὰ [*](A +) τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ.

[*](B -)

321. τὸν δʼ εὗῤ ἐν μεγάροις περικαλλέα τεύχεʼ ἕποντα] τὸν καλ- λωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ πομπῆς χάριν κεκτημένον τὴν σκευήν. ἄλλως τε οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν ἀλλʼ ἐν μέσαις ταῖς ἐρίθοις.

[*](A + B=)

322. ἀσπίδα καὶ θώρηκα] βραχὺ διασταλτέον εἰς τὸ “θώρηκα.” §. τὸ δὲ “φόωντα” τινὲς λαμπρύνοντα παρὰ τὸ φῶς· ἢ “ἀρόωντα” ἀντὶ τοῦ ἐρευνῶντα ψηλαφῶντα.

[*](B=)

324. καὶ ἀμφιπόλοισι—κέλευε] ἐμπρακτοτέρα αὕτη Ἀλεξάνδρου. [*](B=) §. “περικλυτὰ” δὲ “ἔργα κέλευεν” ἀντὶ τοῦ περὶ τῶν ἔργων.

[*](5. supra προστάξιν sec. add. τῆς ἁλώσεως || 8. ἐμπεσεῖσθσι ut B || 9. ἐπὶ W: ἐν || 11. βέβηκεν || 20. ἐστὶν ἐν: corr. W || 27. τεύχεα)
221

325. αἰσχροῖς] λοιδόροις. παῤ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς [*](B =) τὸν στίχον.