Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

243. *αἰθούσῃσι] τειχίοις τῆς αὐλῆς.

[*](3. γενόμενος B: γινόμενος || 8. κὰν τοῦτο || 13. χάρις scripsi, πρὸς χάριν B: χάρης || 14. ζωστῆρος Schrader: νέστορος || 17. ἔχον ut A || 23. θέειν B, θεῑον)
217

244. πεντήκοντα ἔσαν θάλαμοι] ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες [*](B=) καὶ βασιλικοὶ γεγονότες ἀπέστησαν τοῦ πατρός.

248. τέγεοι] ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ [*](A~) κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ] ὁρᾶσθαι συν⌈εχῶς ἀν⌋δράσιν.

249. ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν] εἰς τὸ φιλότεκνον Πριάμοιο· φησὶ γὰρ “πλησίοι ἀλλήλων δεδμη- μένοι (245).

251. ἠπιόδωρος] δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, [*](A-B=) ὅτι κλαυθμυριζομένοις τοῖς παισὶν τὸν μαστὸν προτείνουσι τὸν “λαθ⌈ι⌋- κηδέα”' (Il. 22. 83).

252. Λαοδίκην ἐσάγουσα] εἰσιοῦσα, ὅς φαμεν ποῖ εἰσάγεις ἀντὶ [*](A+B=) τοῦ εἰσέρχῃ. τινὲς δὲ τὴν ἐς ἀντὶ τῆς πρός, πρὸς Λαοδίκην. εἴσεισι δὲ πρὸς Λαοδίκην πευσομένη τὴν αἰτίαν, διʼ ἢν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἶρις εἰκασθεῖσα ἐξήγαγεν εἰς τὸ τεῖχος τὴν Ἑλένην.

255. δυσώνυμοι υἷες Ἀχαιῶν] οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν ἐθέ- [*](AB=) λει· καὶ ἡ Πηνελόπη “Κακοΐλιον οὐκ ἀνομαστήν” φησιν ( Od.19.260).

256. σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν —Διὶ χεῖρας ἀνασχεῖν] εἰκότως διὰ τὴν ἀρ[ετὴν τούτου οὐχ⌋ ὑπώπτ⌈ευσ⌋ε φυγήν.

260. μητρὸς ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν [*](B=) ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ] τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ ⌈καὶ⌋ τὸ “σπείσῃς” [*](B-) εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ “[τὸ γὰρ μένος ἐσ]τὶ καὶ ἀλκή (Il. 9. 706). καὶ Ὀδυσσεὺς “ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσ〈σ〉άμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέ- ριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτ⌈ ορ ἐνὶ φρ⌋εσίν, οὐδέ τι γυῖα πρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο” (Il. 19. 167). ὃ δέ, ἐπεὶ πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παρ[αιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλ]άπτει τῶν νεύρων καθαπτόμενος, ὥ[ς φη]σι Λύκος, ἢ ὅτι μέτεωρον ἔχει τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν ⌈δρομαῖος⌋. ἄλλως ⌈τε στρατιώταις μὲν θ⌋ράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει· ἢ τοῖς ἀπο- καμοῦσιν 〈μένον ὠφέλιμος〉, ὃ δὲ ἔτι ἰσχύει.

ἔπειτα δὲ καὐτὸςόνήσεαι]καίπωςφησὶ “⌈μή μʼ ἀπογυιώ⌋σῃς·” ἀλλʼ [*](B=) [*](9, 19, 26, 29, 31, 34 novavit rec. || 9. ἑὸν μ. || 14. iteratur *εἰσάγουσα] εἰσιοῦσα || 19. ἀεὶ φαγεῖν B: ἐμφαγεῖν || 23. κεν || 24. οἴνου || 25. πολεμίζει || 29. δρομαίως pr. 32. supplevi ex B)

218
ἔστιν ἐν ὑπερβατῷ, “χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν ἅζομαι, μή μʼ ἀπογυιώσῃς.” ἄλλως τε ὁ μὲν μετὰ πόνον ⌈οἶνος⌋ ὠφέλιμος, ὃ δὲ πρὸ πόνου ἐπιβλαβής.

[*](A+)

ἔπειτα δέ κʼ αὐτός] διχῶς· οἳ μὲν γὰρ τὸν κέ συνειλῆφθαι, οἳ δὲ τὸν καί, ἵνʼ ᾖ κατὰ ἔλλειψιν καὶ κρᾶσιν.

261. * ὡς γραῦς ἀποδέχεται τὴν πόσιν.

[*](B=)

262. ἔτῃσιν] ⌈πολίταις· εὖ δὲ τὸ⌋ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰ- κείοις, ἀλλὰ τῇ πόλει· ⌈ἡγεμόνι⌋ γὰρ τοῦτο πρέπον.

[*](B=)

266. χερσὶ δʼ ἀνίπτοισιν] ἄμφω τὰς προτάσεις αὐτῆς παραι- τεῖται ὁ Ἕκτωρ.

[*](B=)

χερσὶ δʼ ἀνίπτοισιν] ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳδίως λυθῆναι ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευούσης, ἵνα πρότερον νίψηται· ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας ἀποπλύνασθαι μόνας, ἀλλὰ τὸ ὅλον σῶμα ἀπολούεσθαι, ὅπερ οὐκ εὔκαιρόν ἐστιν Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς (476) ἀνίπτοις χερσὶν εὔχεται “Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμόν, ὡς καὶ ἐγώ περ;” ἢ οὐδὲ τοῦτο ἐναντίον. οὐ γὰρ ταὐτόν ἐστιν ἐπι- σπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ [*](B=) δὲ διὰ ψιλῶν λόγων γίνεται. §. “μελίφρονα δὲ οἶνον τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρωτέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας· ὃ δὲ βούλεται εἶναι ἄγριος πρὸς τοὺς πολεμίους.

[*](B =)

268. * αἵματι] τῷ ἐκ πολέμου. §. φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν εὐσέβειαν.

[*](A + B=)

εὐχετάασθαι] τὸ δεύτερον ᾱ συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμ- φατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα μακροπαράληκτα.

[*](B +)

270. ἔρχεο σὺν θυέεσσιν] ἡμεῖς θυμιάματα, Ἀττικοὶ θυλήματα· τὸ δὲ ἔμψυχον ἱερεῦσαι σφάξαι ῥέξαι.

* θυέεσσιν] τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν.

[*](B=)

272. * καί τοι πολὺ φίλτατος αὐτῇ] ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον.

[*](A= B +)

280. Πάριν μετελεύσομαι] ἵνα μὴ δι᾿ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς 〈ὑπ〉εξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων.

[*](B +)

281. * ἀκουέμεν] εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου.

[*](B +)

282. * Ὀλύμπιος] ἵνα μὴ εἴπῃ σύ.

[*](2. πόνον rec.: πόνους pr. || 2, 7, 8. novavit rec. || 14. τὸ ὅλον σῶμα B: τῷ ὅλῳ ὀνόματι || 25. βραχυκατάληκτα || 27. θηλύμματα et 29. θηλύμα- σιν: corr. W || 32. supplevi ex B)
219

283. *τοῖό τε παισίν] οὐκ εἶπε σοί.

[*](B +)

285. φαίην κε φρένʼ ἀτέρπου] Ζηνόδοτος “φαίην κεν φίλον [*](A -) ἦτορ·” ἔστι δὲ καὶ ἄλλη γραφὴ “φαίνῃ περ.”

ἄτερ που ὀιζύος] 〈εἰ ἐκεῖνον εἶδον〉 ἀπολόμενον 〈ὑπέλαβον ἂν κατὰ [*](AB +) φρένα χωρὶς ταλαιπωρίας ἐπιλαθέσθαι αὐτοῦ,〉 καίπερ μὴ ἐπιλαθόμενος διὰ τὸ φιλάδελφον. ἀλλʼ εἶπεν “ἴδοιμι·” οἳ δὲ τὸ γενομένην ἀκούουσιν.