Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

878. καὶ δεδμήμε〈σ〉θα ἕκαστος] περὶ πρόσωπον τὸ σχῆμα, ὡς [*](A-B+) παρὰ Εὐριπίδῃ (Or. 1483) “διαπρεπεῖς ἐγένοντο Φρύγες 〈, ὅσον Ἄρεος ἀλκὰν ἥσσονες Ἑλάδος ἐγενόμεθʼ αἰχμᾶς).”

[*](2. στελλέσκετο μίτρῃ A || 3. οὗτος δέ || 5. supplevi ex B || 6. ὁρμήσοντος || 9. supplevi ex B || 20. κρατερὰ ἔργα ut textus || 23. supplevi ex B || 27. δύο)
200
[*](B=)

879. οὔτ᾿ ἔπεϊ προτιβάλλεαι] ὑπερβάλλεις, νικᾶς, ὅπως ὑπακούῃ σοι.

[*](B-)

880. ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀίδηλον] τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν “αὐτὸς δʼ ἐκ κεφαλῆς” (T1.924). νῦν γὰρ τὸ “αὐτός” ἀντὶ τοῦ μόνος φησιν, ὅπερ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ λέγει ‘ἀνιεῖς αὐτήν, ἐπεὶ ἀίδηλον σὺ αὐτὴν ἐγέννησας,’ ὅ ἐστι φθοροποιόν.

[*](A+)

881. * ὑπέρθυμον] Ἀρίσταρχος “ὑπερφίαλον.”

[*](A~)

882. *μαργαίνειν] ἐνθουσιᾶν, μαίνεσθαι.

[*](AB=)

883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν ἀλλʼ ἐξ ἑτέρων ὡμολογημένων.

[*](B-)

884. ἐπέσσυτο δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, ὡς καὶ ἑξῆς “ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες” (835).

[*](B=)

885. ἤ τε κε δηρόν] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς ἀμενηνὸς ἔα” (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος “ἤ” ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται” (Il. 16. 243)· καὶ ὁ λόγος γίνεται, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενῆς διὰ τὸ τραῦμα ἦν.

886. *αὐτοῦ πήματʼ ἔπασχον] αὐτέθι δεινὰ ἂν ἔπασχον.

[*](A+B=)

887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστι συναίρεσις.

[*](A+)

*ὀξυντέον τὸ “ζως.”

*ἀμενηνός] ἀσθενής.

[*](B-)

890. ἔχθιστος δέ μοι ἐσσὶ—αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη] ἀπαλ- λάσσει ἡμᾶς τῶν τοιούτων ὁ ποιητής, καὶ πατρὶ ὄντι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διὶ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς γελᾷ, “ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας” (Il. 21. 390) —ἀλλʼ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων καὶ σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι τοῦ Διός.

[*](B=)

892. μητρός τοι μένος —ἀάσχετον] τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σου ἐστὶν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.

[*](B=)

895. *ἦθος πατέρων ἔδειξεν.

[*](1. ὑπακούοι || 12. μοι ὑ. || 13. ἥ τε || 22. ἐ. ἡ σ. ut B: corr. W || 26. πάτριόν τι || 30. σφ. καλεῖ: corr. W)
201

898. ἐνέρτερος οὐρανιώνων] τῶν Τιτάνων· εἰ μὴ ὅτι ὡς πατὴρ σὸς [*](B+) ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὁρμῆς.

*〈ἐ〉νέρτερος] οὓτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος “ἐνέρτατος.”

[*](A+)

900. *φάρμακʼ ἔπασσεν] Ἰακῶς “φάρμακα πάσσεν.”

902. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν] οὕτω [*](B=) καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὃ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὃ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. §. “λευκόν” δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν. §. τὸ δὲ “κυκόωντι” ἀντὶ ‘ὑπὸ κυκόωντος.’

[*](B=)

905. τὸν Ἥβη λοῦσεν] ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ Ὀδυσ- σέα γὰρ ἡ ἀμφίπολος λούει· “τόφρα δὲ Τηλέμαχον λοῦσεν—Πολυ- κάστη” (Od. 3. 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· “ἄλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν” (Od. 4. 252)· “καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκεν” (Od. 7. 296).

906. καθέζετο κύδεϊ γαίων] ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται [*](B=) ὧν πέπονθεν. §. Ἀρίσταρχος δὲ ἀθετεῖ.

907. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς —νέοντο] καλῶς οὐ πάρεισιν [*](B=) ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προετερα- τολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.

909. παύσασθαι βροτολοιγόν] “παύσασθαι” συλληπτικῶς.