Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

394. *τότε καί μιν] ἐν τῇ ἑτέρᾳ “τότε κέν μιν.”

[*](B=)

395. τλῆ δʼ Ἀίδης] φασὶν Ἡρακλέα, ἐπιταχθέντα ὑπὸ Πλούτω- νος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν θορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατα- σκευάσαι· μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡροκλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.

397. ἐν Πύλῳ ἐν νεκύεσσι] Ἀρίσταρχος “πύλῳ” ὡς χόλῳ καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· “ὠίγνυντο πύλαι” (Il. 2. 809)· “πύλας Ἀίδαο” (Il. 5. 640)· ἐν τῇ Πύλῳ οὖν φησιν.

399. *κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος] κατὰ μέτρον ἡ ἀνάπαυσις.

[*](B=)

400. ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.

[*](B=)

401. τῷ δʼ ἐπὶ Παιήων] ηὔξησε τὴν ἰατρικήν, εἴγε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς [*](B=) πεισομένην. §. διάφορος δὲ παρʼ Ἀπόλλωνα ὁ Παιήων.

402. *καταθνητός] περισσὴ ἡ “κατά.”

403. ὀβριμοεργός] Ἀρίσταρχος “αἰσυλοεργός.”

*ὃς οὐκ ὄθετο] διὰ τοῦ τ “ὅτʼ οὐκ ὄετ.’’’

[*](B=)

404. ὃς τόξοισιν ἔκηδε θεούς] οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ χρώμενον. §. τὸ δὲ “ἔκηδε” ἀντὶ τοῦ ἐκάκου.

[*](B=)

405. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ “ἀνῆκε” συντέτακται. §. οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, [*](B=) ἀλλʼ ὑπὸ θεοῦ ἰσοτίμου· καὶ ὁ ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκ- φέρεται.

[*](B=)

407. ὅττι μάλʼ οὐ δηναιός] οὐ μάλα δηναιός. §. εἰς εὐσέβειαν δὲ [*](B=) ἡμᾶς διὰ τούτων παρακαλεῖ.

[*](B=)

* δηναιός] πολυχρόνιος.

[*](B=)

408. οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν] λανθάνει τὸ ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ τὸ ἀκοῦον· [*](4. αὐτὸν B: αὑτὴν || 6. κεν textus || 27. συντέτακται:— || 33. παπτά- ζουσι || λανθάνει B: λαμβάνει)

181
οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλʼ ὑπὸ θεᾶς 〈καὶ〉 μητρὸς καὶ ἐναγκαλισαμένης τὴν παῖδα.

οὐδέ τι μιν παῖδες] διχῶς, καὶ “οὐδέ τε μιν.” §. σεμνύνει δὲ τὴν παιδοποιίαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνία· εἰ δὲ [*](B=) λέγοις, καὶ μὴν “τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ” (Od. 3. 180), ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης.

* παππάζουσιν] πατέρα καλοῦσιν.

411. μή τις οἱ ἀμείνων σεῖο μάχηται] περὶ Ἄρεος προλέγει.

412. μὴ δὴν Αἰγιάλεια] ἄμεινον τὸ “δήν” χρονικὸν ἐπίρρημα ἐκδέ- [*](B=) χεσθαι, ἵνʼ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται καὶ μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα.

μὴ δὴν Αἰγιάλεια] φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν [*](B=) Ἀδρηστίδων γυναῖκα Διομήδους οὖσαν, σφόδρα αὐτὸν ἐπιποθοῦσαν, ἀπολοφύρεσθαι αὐτὸν καὶ τὰς νύκτας. ἔσχατον δὲ κατὰ μῆνιν Ἀφροδίτης πάσῃ νεολαίᾳ τῇ Ἀργείων αὐτὴν συγκωμάσαι, ὕστερον δὲ καὶ Κομήτῃ τῷ Σθενέλου, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ κατʼ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ καταφυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν εἰς Ἰβηρίαν, κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς ἐρωδιοὺς μετέβαλεν. §. τὸν Κομήτου πόθον Αἰγιαλείας οὐκ οἶδεν ὁ ποιητής.

413. οἰκῆας] τοὺς ἐν οἴκῳ τρεφομένους· μὴ δὴν ἀπολομένου [*](B=) αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνεγείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν γὰρ Κομήτου πόθον οὐκ οἶδεν.

414. τὸν ἄριστον Ἀχαιῶν] ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα ὅτι [*](B=) ἄριστός ἐστιν· ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα· ἢ καὶ πρὸς παραμυθίαν τῆς Ἀφροδίτης λέγεται, ὅτι ὁ τρώσας αὐτὴν ἄριστός ἐστιν.

416. ῥα, καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ] ἡ Ἀρι- στάρχου ἑνικῶς, ἡ Ζηνοδότου “χερσίν. §. Ἀττικῶς δὲ τὸ “ἰχῶ·” τὸ [*](B+) δὲ “ὀμόργνυ” ἀντὶ τοῦ ἀπέψησεν.

417. ἄλθετο χείρ] ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλ〈λ〉εν Ἀφρο- [*](B=) [*](14. ἔσχατον B: ὕστερον || 15. πᾶσι ν. τῶν A. || 16. σθενέλῳ τῷ κομήτου: corr. Schneidevin ex Eust. || 19. ἰβηρίαν fere erasum pr.: καλαυρίαν sec. || 22. καὶ Αἰγ. || 24. δὴν scripsi: δὲ ἐὰν || ἀπολομένου || 25. ἀνεγείρειν)

182
[*](B=) δίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. §. “ἄλθετο” παρὰ τὸ ἄλθω· τὰ γὰρ [*](B=) ὑγιῆ αὔξε〈τα〉ι. §. τὸ δὲ “ἄλθετο” ἀντὶ τοῦ ὑγιάζετο.

[*](B=)

419. κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον] ἐπεὶ ἐκερτόμησεν αὐτὰς ὁ Ζεὺς “δοιαὶ μὲν Μενελάου” (Il. 4. 7), τρωθείσης Ἀφρο- δίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν. ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατη- γορεῖσθαι ταῦτα προδιασύρουσαι.

[*](B=)

420. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη] εὖ τὸ τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός ἐστιν.

[*](B=)