Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

344. καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσ〈σ〉ατο Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ] ἢ τῇ μετὰ χερσὶ νεφέλῃ, ἢ πρῶτον χερσί, ἔπειτα νεφέλῃ.

348. εἶκε, Διὸς θύγατερ] προπαρασκευάζει 〈τὸ〉 μηκέτι φανῆναι αὐτὴν ἐν τῇ θεομαχίᾳ.

349. ἢ οὐχ ἅλις ὅτ〈τ〉ιγυναῖκας ἀνάλκιδας] τινὲς ἀναφέρουσιν ἐπὶ τὴν Ἑλένην.

[*](9. αὐτὸν: corr. W || 12. θέναρος || 20. ἰδοῦσιν || 21. τὸ οὐ σ. || 31. θυγάτηρ)
178

350. εἰ δὲ σύ γʼ ἐς πόλεμον] ἔν τισι γράφε〈τα〉ι “εἰ δὲ καὶ ἐς πόλεμον.”

352. ἀλύουσα] ψιλωτέον τὸ “ἀλύουσα·” παρὰ γὰρ τὴν ἄλην γέγονεν· οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυχήν, ὁμοίως καὶ οἱ λίαν χαίροντες· ὁ δὲ Ἀσκαλωνίτης δασύνει “ἁλύεις” (Od. 18. 333) τὸ ἐπιχαίρεις. §. τὸ δὲ “ἀλύουσα” ἀντὶ τοῦ λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγγεται.

353. τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα] ὡς κοινῶς ἅπασι τοῖς θεοῖς ὑπηρε- τοῦσα, ἢ ὡς ἐρωτική· οὐκ ἀπέστη δὲ ἀφʼ οὗ Τρωσὶν ἄγγελος ἦλθεν.

355. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα] καὶ ἐπὶ Ἕκ- τορος “ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά” τοῦ ναυστάθμου (Il. 11. 498).

356. ἠέρι δʼ ἔγχος ἐκέκλιτο] ἀπὸ μέρους τὸ πᾶν. 9. τὸ δὲ [*](B=) “ἐκέκλιτο” ἀπὸ τοῦ κλίνω· καὶ “σάκεʼ ὤμοισι κλίναντες” (Il. 11. 593) καὶ “στήλῃ κεκλιμένος ἀνδροκμήτῳ” (ib. 371).

[*](B=)

357. ἢ δὲ γνὺξ ἐριποῦσα] διαστολὴ εἰς τὸ “ἐριποῦσα,” καὶ τὸ [*](B=) ἑξῆς “κασιγνήτοιο—ἵππους. §. οἰκεῖον δὲ τὸ “γνύξ” τῇ ἀνάλκιδι. ὡς τὸ “ἡ δʼ ἐν γούνασι πῖπτε Διώνης” (370).

[*](B=)

358. πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους] οὐκ εὖ. φασὶν ἔνιοι, πρόσκειται τὸ “πολλά.” καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός, καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμ- φαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν. §. ἄμπυξ δέ, ᾧ τὰς τρίχας περιλαμβάνουσιν.

[*](B=)

370. ἢ δʼ ἐν γούνασι πῖπτε Διώνης] βιωτικὰ ταῦτα, τὸ καὶ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύε- σθαι· διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος “πῖπτεν” εἶπεν, ἄμα δὲ καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέλων.

373. 〈τίς νυ σε—〉 φίλον τέκος οὐρανιώνων] φίλον —οὐρανιώνων, ἢ τίς—οὐρανιώνων.

[*](B=)

374. μαψιδίως] ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν.

[*](B=)

ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ] οἷον ἐν ὄψει ἀδικοῦσαν.

[*](B=)

376. ὑπέρθυμος Διομήδης] ἀλόγιστος καὶ μεστὸς θυμοῦ.

[*](B=)

377. οὕνεκʼ ἐγὼ φίλον υἱόν] ηὔξησε τὸ θράσος Διομήδους, εὔλογον ἔχουσα τὴν αἰτίαν.

[*](B=)

380. ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται] ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι.

[*](5. δασ. τὸ ἀλύεις || 12. ἔγχος ante ἀπὸ omisi || 17. ὡς B: καὶ || 28. τ. τῶν οὐρ.)
179

384. ἐξ ἀνδρῶν, χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες] τινὲς [*](B=) συνάπτουσιν, ἵνʼ ᾖ διʼ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες.

385. τλῆ μὲν Ἄρης] ἐπίτηδες μύθους συλλέξας Διώνῃ περιτί- [*](B=) θησιν ὁ ποιητής, διʼ ὧν 〈Διομήδης〉 τῆς οἰκείας ἀπολύεται βλασ- φημίας ὡς οὐ καιναῖς ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς· οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα.

τλῆ μὲν Ἄρης] Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφροδίτη καὶ [*](B=) τὸν φθόνον ὑφορωμένη παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμεδείας. τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. οἳ δὲ ὀργισθέντες ἐπὶ ιγ΄ μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγ- γελλεν Ἑρμῇ. ὃ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν Ἄρεα· ὃ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κάτεκρυψεν ἑαυτὸν εἰς τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθʼ ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο.

388. 〈ἀπόλοιτο〉] ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς [*](B=) ἐγένετο, ὥσπερ φαμὲν ‘ἀπόλωλεν ὁ παῖς.ʼ

*ἀπόλοιτο] ἀντὶ τοῦ ἀπώλετο.

“ἄατος] ἀκόρεστος.

392. τλῆ δʼ Ἥρη] φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου [*](B=) μύστης, ὃς ὥσπερ κατὰ βάθη εἰσδεδυκυῖαν ἀχλύος τὴν φιλοσο- φίαν ἐφώτισεν· τὸν θολερὸν τοίνυν ἀέρα καὶ τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡροκλῆς θείῳ διήρθρωσε λόγῳ, τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν τοξεύει Αἴθην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν. διὸ καὶ ἀνεληλυθέναι τὸν Ἅιδην φησί, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν [*](4. supplevi ex B || 5. οὐ καιναῖς ἀλλὰ B: οὐκ ἀνιάσας || 15. σιδηρο- βρώτην || 24. εἰς τὰ βάθη εἰσδεδ. B, κατὰ βαθείας δὲδ.: corr. W 25. πρὸς ante τὴν omisi, πρὸ τῆς ἑ. διανοίας B2 27. διάνοιαν καταστρώσας, cf. B2 || 31. φιλοσοφίας)

180
ἀλαμπῆ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας οἰστὸς εὐστόχως βληθεὶς διευκρίνησεν.

[*](B=)

τλῆ δʼ Ἥρη] οἳ μὲν ἐν τῇ πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὸν νήπιον ὄντα σπάσαι τὸν ἴδιον μαζόν· διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν Ἀφροδίτην.