Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

314. ἀμφὶ δʼ ἑὸν φίλον υίόν] οὐχ ἵνα μὴ τρωθῇ—πῶς γὰρ 〈ἂν) ἐνό- [*](A-) μισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι τιτρωσκομένων καὶ τῶν θεῶν; —ἀλλʼ ὑπʼ οὐδενὸς αὐτὸν τῶν πολεμίων ὁραθῆναι θέλουσα· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω καὶ ἡ ἐσθὴς αὐτῶν [*](2. τοῖς ὅπλοις coni, || 3. μαχέσονται || 6. ἀλκὶ ὡς scripsi: ἄλκιμος || 8. ἢ εἰς ῑ 14. πολλῶν: corr. Bekker || 25. καὶ scripsi: ἢ || 33. θέλει)

176
ἀόρατος· πῶς οὖν ἐπιφέρει “μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται;” ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον· εἰ γὰρ ὤφθη, ἴσως ἂν ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανεν· Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφῃρημένος.

ἐχεύατο πήχεε λευκώ] τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ “ἐχεύατο παρέστησεν.

316. ἕρκος ἔμεν βελέων] “ἕρκος” ὡς ἀφανείας ποιητικόν.

319. οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων] τὸ σπουδαῖον Διο- μήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε, σπουδάζοντα ποιῶν τὸν ἡνίοχον.

322. ἐξ ἄντυγος ἡνία τείνας] ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐτοὺς ἐν τῷ πεδίῳ, ἵνα τε δοκῶσιν ὑπό τινος ἄρχεσθαι.

326. ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη] ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα “ὁμῶς Πριάμοιο τέκεσ〈σ〉ιτῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι” (Il. 5. 535)· καὶ “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής” (Il. 17. 577).

327. νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν] ὅπως ἠθάδες αὐτῶν γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις ὡς Ἕλτωρ.

[*](A=)

329. αἶψα δὲ Τυδείδην μέθεπεν 〈—ἵππους ἐμμεμαώς〉] ἐπὶ Τυδείδην ὅς πρόεστιν ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν.

[*](A=)

330. ὃ δὲ Κύπριν] οἳ μὲν τὴν ἐπιθυμίαν, οἳ δὲ τὴν βαρβαρικὴν ἀφροσύνην αὐτὴν εἶναι λέγουσιν.

331. γινώσκων ὅτʼ ἄναλκις ἔην θεός] οὐ διὰ τοῦτο ἐδίωκεν ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν· ἐγίγνωσκε δέ, ὅτι τούτου χάριν ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι.

[*](A+)

332. *πόλεμον κάτα κοιρανέουσιν] ἔμφασιν σημαίνει ἡ “κατά,” εἰ συνάπτοις τῷ “κοιρανέουσιν.”

333. Ἐνυώ] ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις· εἰ δὲ ἦν [*](A=) θεός, ποῦ ἦν ἐν τῇ θεομαχίᾳ; §. Ἐνυώ δὲ παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν· τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω· ἔνθεν καὶ αὐτοέντης· παρʼ αὐτὸ δὲ καὶ ὁ Ἐνυάλιος.

334. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων] μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ “ὑπεξέφερεν πολέμοιο (318). προκόψα- σαν οὖν, μεταθέων αὐτήν, κατέλαβεν.

335. ἔνθʼ ἐπορεξάμενος] τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ [*](11. ἄγχεσθαι || 19. T. εἰ πρ. || 26. σ. τὸν τῷ 29. ἐνῶ || 30. αὐτῆς: corr, W)

177
ἐπάλμενος γὰρ μόγις τὴν ἄκρην χεῖρα ἔτρωσεν, ὅτι μετέωρος ἦν ἡ θεός· νῦν δὲ οὐκ ἐνεργεῖ ἡ Ἀθηνᾶ· εὐτελὴς γὰρ ἡ Ἀφροδίτη. §. ἔοικε δὲ Διομήδης ἐπιθυμίας ἅμα καὶ θυμοῦ κρατεῖν, Ἄρεος καὶ Ἀφρο- δίτης.

337. ἀβληχρήν] ἀβληχρόν τὸ ἰσχυρόν· οἱ δὲ τὴν εὐώνυμον. εἶθαρ] τινὲς κατʼ ἰθύ, ἢ ἀντὶ τοῦ ταχύ. §. “ἀντετόρησε” δὲ “χροός” ἀντὶ τοῦ τὸν χρόα διέτρησεν.

338. ἀμβροσίου διὰ πέπλου] καὶ πῶς αὐτὸν προβάλλεται; οὐχ ὡς ἄτρωτον ἀλλʼ ὡς ἀφανείας ποιητικόν· Διομήδης δὲ ὁρᾷ αὐτήν, ὑπὸ Ἀθηνᾶς ἐνεργούμενος.

339. πρυμνὸν ὑπὲρ θέναρος] ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν· θέναρ δὲ τὸ κοῖλον.

ῥέε δʼ ἄμβροτον αἶμα θεοῖο] ἔρ〈ρ〉εε δὲ τῆς θεοῦ ὁ ἰχὼρ ὡς αἷμα· λείπει γὰρ τὸ ὡς, ὡς “Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον” (Od. 21. 216).

340. ἰχώρ] οὐχʼ οἷον ἡμεῖς οἴδαμεν, ἀλλʼ ἄλλης τινὸς οὐσίας παρὰ τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν “οἷός περ τε ῥέει μακάρεσσι θε- οῖσιν.”

341. οὐ γὰρ σῖτον ἔδουσι] καὶ μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον ἔδουσιν, οὐ πίνουσιν οἶνον, καὶ οὕτε ἄναιμα οὕτε ἀθάνατά εἰσιν. δεῖ τοίνυν προσυπακούειν τῷ “οὐ σῖτον” ‘ἀλλʼ ἀμβροσίαν,ʼ “οὐ πίνουσι—οἶνον” ‘ἀλλὰ νέκταρ.ʼ

342. τοὔνεκʼ ἀναίμονές 〈εἰσι〉 καὶ ἀθάνατοι καλέονται] “ἀναί- μονες” μέν, ἐπεὶ οὐ τρέφονται, “ἀθάνατοι” δέ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.

343. ἢ δὲ μέγα ἰάχουσα] Τυραννίων προπερισπᾶ τὸ “ἰάχουσα,” κακῶς.