Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

268. τῆς γενεῆς ἔκλεψεν] ἀντὶ τοῦ ταύτης· καὶ λείπει τὸ ἄρθρον, ἵνʼ ᾖ ταύτης τῆς γενεᾶς.

269. λάθρῃ Λαομέδοντος] περισπούδαστοι γὰρ ἦσαν αὐτῷ· πῶς παρὰ τῷ Πριάμῳ τὸ γένος οὐ σῴζεται; ὅτι τοὺς Λαομέδοντος Ἡροκλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον.

*ὑποσχών] ἀντὶ τοῦ ὑποστήσας· καὶ “ὑπέστημεν” (715) ὑπεσχόμεθα.

θήλεας ἵππους] προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς “ θῆλυς ἐέρση” [*](A +) (Od. 5. 467)· καὶ“ γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν” (Soph. Tr. 1062). οἶδε δὲ καὶ τὸ θήλεια· “ἄμφω θηλείας” (Il. 2. 767).

271. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων—τὼ δὲ δύ᾿ Αἰνείᾳ δῶκεν] οὐχ ὡς ἀποθανόντος Ἀγχίσου· φησὶ 〈γὰρ〉“τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα” (Il. 20. 210)· ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ διὰ γῆρας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστίν· διδάσκει δὲ πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί.

277. καρτερόθυμε δαίφρον] εἰρωνικός ἐστιν ὁ ἔπαινος.

278. ἢ μάλα σʼ οὐ βέλος] ό “ἤ” ἀντὶ τοῦ εἴ. §. κατὰ τὸ “ὀιστός” [*](A=) ὑποστιχθήσεται· εἰ γὰρ περισπάσομεν τὸν η, ἀνηθοποίητον ἔσται.

[*](A+)[*](9. ἄγχεσθαι || schol. 263. *μεμνημένος μου omisi || 12. τὸν Σθένελον: corr. W || 14. ἐπίνοιαν || 17. ἔκλεψε || 26. δὲ scripsi: καὶ || 33. κατὰ A: καὶ)
174

βέλος ὠκὺ—πικρὸς ὀιστός] “βέλος” κοινόν, “ὀιστός” εἰδικόν.

279. νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι] εἰκὸς κατὰ τὸ σιωπώμενον ἐντεθωρακίσθαι αὐτόν.

αἴ κε τύχωμι] ἐν πλεονασμῷ ἐστι τὸ μι.

[*](A+)

283. τῷ δʼ ἐπὶ μακρὸν ἄυσε] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ “ἤυσε” φέρεται· ἀλλʼ οὐδʼ εἰ πρὸς τὸ ἄρθρον ἐφέρετο ἀνεστρέ- φετο 〈ἄν〉· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέφεται εἰ μὴ ἐν τέλει, ὡς τὸ “ἔπτυσε πο〈υ〉λὺ κάτα” (?Cal. p. 752 Schn.).

284. βέβληαι κενεῶνα] ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται.

287. οὐδʼ ἔτυχες] οὐ γὰρ ἔτυχες· οἷον οὐκ ἐπέτυχες.

[*](A+)

289. ταλαύρινον] ἰσχυρόχρωτα· Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται ἀλλὰ καθʼ ἀπλῆν ἔννοιαν τὸν εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις· Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα.

292. πρυμνὴν τάμε] τὸ ἔσχατον. §. “παρὰ νείατον” δὲ “ἀνθερεῶνα” [*](A+) παρὰ τὸ ἔσχατον μέρος. §. πρυμνή τὸ ἐπίθετον ὀξύνεται, ἐπὶ δὲ τοῦ πλοίου βαρύνεται. §. “πρυμνὴν” δὲ “τάμε” τὴν πρὸς τῇ ῥίζῃ.

293. ἐξέσυτο] “ἐξελύθη” τῆς ὁρμῆς ἐπαύσατο. §. “ἐξελύθη” [*](A-) Ἀρίσταρχος· Ζηνόδοτος δὲ “ἐξεσύθη.”

297. ἀπόρουσε] χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν.

Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε] ἦν γὰρ τόπος τῶν ὅπλων τοῦ ἡνιόχου· φησὶ περὶ Ἀὐτομέδοντος “ὣς εἰπὼν εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα” (Il. 17. 540).

[*](A+)

Ἡλιόδωρος ἔστιξεν εἰς τὸ “ἀπόρουσε·” παρεδεδώκει γάρ φησιν ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ, ὡς μέλλων ἡνιοχεῖν, εἴθʼ οὕτω κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ ἄτοπον. . . . τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ 〈ἂν〉 ὁπλισθῇ Αἰνείας· ἀλλὰ μᾶλλον, ὡς καὶ Ἡρωδιανῷ δοκεῖ, κατὰ τὸ σιωπώμενον Πάνδαρος ὁπλίζεται· παράκειται γὰρ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν δίφρον, ὡς καὶ Μέστορι· δῆλον γὰρ ἐξ ὧν φησιν Ἕκτωρ “αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην” [*](3. ἐντεθωρακεῦσθαι: corr. Bekker || 15. τρανάοποδα τανύποδα || 19. lemma ἐξέσυτο ut textus || 21. lemma ἤριπε δʼ ἐξ ὀχέων falso adscriptum: corr. W || 23, 24. τοῖς ὅπλοις coni. W || 24. παρὰ || 25. schol. cum sequenti coniunctum || 28. lacunam indicavit W, cf. A || 30. μὲν post κατὰ omisi)

175
(Il. 8. 191). καὶ Αὐτομέδων παραδοὺς Ἀλκιμέδοντι τὰς ἡνίας αὐτὸς πολεμεῖ· ἦν οὖν τόπος τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέσωνται.

Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ] ὅλον συναπτέον [*](A-) 〈τὸν〉 στίχον, ὡς Νικάνωρ.

299. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὡς ἀλκὶ πεποιθώς] “ἀλκί” ὡς [*](A+) σαρκί· καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκή· τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παράκειται ἡ εἰς ις, ὡς ἑορτή καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἔροτις. ὤφειλε δὲ ἐκτείνειν τὸ ι.

302. σμερδαλέα ἰάχων] διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόντας, ἢ πρὸς συμμαχίαν καλῶν.

ὃ δὲ χερμάδιον λάβε χερσὶν Τυδείδης] φθάσας γὰρ τῷ δόρατι προὔτυψεν.

304. οἷοι νῦν βροτοί εἰσι] πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν ἐστιν· διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν ἡρώων.

ῥέα πάλλε] καὶ διὰ τοῦ “ῥέα” καὶ διὰ τοῦ “πάλλε” τὸ εὐμεταχείριστον ἐδήλωσεν.

305. ἰσχίον] τὸ πᾶν ὀστέον· κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα [*](A+) ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται.

307. θλάσ〈σ〉ε] ἐδήλωσε τί ἐστι κοτύλη. ἄμφω ῥῆξε τένοντε] οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην.

309. ἔστη γνύξ] πιθανῶς οὐκ ἀνατρέπεται ἀλλʼ οὕτω σχηματίζεται πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης ζωῆς. §. τὸ δὲ “ἔστη” ἀντὶ [*](A=) τοῦ ἔμεινε, καὶ τὸ “ἐριπών” ἀντὶ τοῦ κατενεχθείς.

311. καὶ νύ κεν ἔνθʼ ἀπόλοιτο] οὐχ ὡς καιρίας οὕσης τῆς πληγῆς πρὸς θάνατον, ἀλλʼ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολεμίων πληγείς· καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε “μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσ〈σ〉ι βαλῶν ἐκ θυμὸν ἕλοιτο.” §. τὸ δὲ “ἀπολοιτο” [*](A-) ἀντὶ τοῦ ἀπώλετο.