Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. Ἥρη δʼ οὐκ ἔχαδε] εὐθείας ἐστίν· ἔμφασις δὲ τῆς ὑπεκχεο- μένης διὰ τοῦ στόματος ὀργῆς.

[*](B=)

25. αἰνότατε Κρονίδη] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο- φρονεῖται αὐτόν, “Ζεῦ πάτερ, ἦ ῥά τι μοι κεχολώσεαι, ὅττι κεν εἴπω” (Il. 5. 421);

*ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.

[*](B=)

26. ἄλιον θεῖναι πόνον] εὔλογον αἰτίαν τῆς ἀπωλείας φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα.

[*](A+ B=)

27. ἱδρῶ θʼ ὃν ἵδρωσα] μόνως “ἱδρῶ τε”· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητής φησιν.

[*](B=)

καμέτην δέ μοι ἵπποι] ἐξήλλαξε τὴν φράσιν. ἔδει γὰρ εἰπεῖν ‘καὶ τὸν κάματον τῶν ἵππων.’

τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ Πυ〈ρ〉ρίας.

[*](B=)

29. οὔ τοι πάντες ἐπαινέομεν] ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς ἄλλοις περιτίθησιν. ἢ οἱ Ἑλληνικοί, ὡς “πάντες δʼ ᾐτιόωντο” (Il. 11. 78). παιδεύει δὲ μὴ ἰδίᾳ ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι.

[*](B=)

30. τὴν δὲ μέγʼ ὀχθήσας] ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν γνώμην αὐτῇ χαρίζεσθαι.

[*](B=)

31. δαιμονίη] ἠθικῶς ἀντὶ τοῦ μακαρία.

[*](B-)

τί νυ σε Πρίαμος] τί νυ σε— τόσσα, ὡς “κῆτος, ἃ μυρία” (Od. 12. 97)· οἳ δὲ ἀντὶ τοῦ πῶς δή, ὡς “τί νυ βείομαι, αἰνὰ παθοῦσα” (Il. 22. 431), ὅ ἐστι πῶς δή.

32. τόσ〈σ〉α κακὰ ῥέζουσιν] ἀντὶ τοῦ ἔρεξαν· ἀγνοεῖ δὲ τὴν κρίσιν.

ἀσπερχὲς μενεαίνεις] ἄγαν ἐσπευσμένως.

[*](B=)

35. ὠμὸν βεβρώθοις] ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κα- κίας, ὡς ἐν τῷ “τοῦ ἐγὼ μέσον ἧπαρ” (Il. 24. 212). αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθʼ ἕκαστον ἐξεργασίᾳ.

[*](B=)

37. ἔρξον ὅπως ἐθέλεις] ἵνα μηδὲ αὕτη ἐναντιωθῇ τῇ τῶν Ἑλλήνων ἄτῃ.

[*](AB=)

ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία αὕτη [*](8. δὲ B; καὶ ‖ 12. πόνον θεῖναι ‖ 14. δισυλλάβως B: δισύλλοβον ‖ 25. τόσσα scripsi: τὸ σ)

127
ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος λεί- πειν φασὶ τὴν διά, καὶ τὸ “ γένηται” ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. §. νεῖκος δὲ παρὰ τὸ εἴκειν.

40. *ὁππότε κεν καὶ ἐγώ] καὶ ταῦτα κερτομικὰ πρὸς τὸ τὴν [*](B=) χάριν ἐπὶ πλεῖον αὔξειν.

ἐξαλαπάξαι] παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ δύο προθέσεις.

41. φίλοι ἀνέρες ἐγγεγάασιν] ἐνδιατρίβουσιν· καὶ ἡμεῖς γεγε- [*](B~) νῆσθαι ἐν Ῥόδῳ φαμέν.

42. μή τι διατρίβειν] μαλάσσειν, ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ [*](B=) τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

43. καὶ γὰρ ἐγώ σοι δῶκα] πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς [*](AB=) ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγώ, τὰ δὲ τῆς προαιρέσεως οὔ πω μοι κατένευσεν.

καὶ γὰρ ἐγώ σοι δῶκα] τινὲς ὀρθοτονοῦσι τὸ “σοί.”

*θυμῷ] τῇ ἐπιθυμίᾳ.

44. ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ] ἡμέρας καὶ νυκτὸς παρείληφε [*](Β=) λαμπτῆρας, ἥλιον καὶ ἀστέρας.

αἳ γὰρ ὑπʼ ἠελίῳ ⟨—ναιετάουσι πόληες〉] ἀντὶ τοῦ παθητικοῦ.

[*](A+)

45. *ναιετάουσι] οἰκοῦνται.

46. κῆρι] περισσῶς, τῷ κέαρι.

47. καὶ Πρίαμος καὶ λαός] ψεύδεται αὔξων τὴν χάριν· φησὶ γοῦν [*](B=) Ποσειδῶν “ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων” (Il. 306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην.

ἐυμελίω] ἢ τοῦ ε συγκοπή, ἢ συναίρεσις· ἔστι δὲ ἀντὶ τοῦ ἐυμελίου.

49. κνίσης τε] ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω- μάτων καιομένων.

51. ἦ τοι ἐμοὶ τρεῖς] ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας [*](A+) σπουδῆς· ἀγνοεῖ οὖν τὴν κρίσιν.

διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς ἔχει πόλεις φιλτάτας; [*](B=) ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐν τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ [*](1. στίζουσι ‖ 6. ? ‖ 18. παθητικοῦ A: γάρ ‖ 22. ἤχθειρε ‖ 24. itera- tur* ἐυμμελίω] ἀντὶ γενικῆς ‖ 27. ἤτοι ‖ 29. schol. post 3. 57 scriptum ‖ 32. ἐπὶ τῇ)

128
ἂς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν, “Ἄργος τε Σπάρτη 〈τε)·” σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανῇ· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην 〈τῆς〉 βοηθείας τῆς παῤ αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν ἐν τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἣ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὃ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.

[*](A=)