Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

257. πέρι μέν σε τίω] τῶν⌈τιμῶν⌋ αὐτὸν ὑπομνήσας προθυμότερον εἰς τὸ ⌈παρὸν⌋ ποιεῖ.

[*](B=)

258. ἠμὲν ἐνὶ πτολέμῳ] “πτολέμῳ” τῇ διαιρέσει τῶν λαφύρων. [*](B=) ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ] “ἀλλοίῳ” προεδρίᾳ, συμβουλίᾳ· ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς “θεὸς ὥς” (Il. 3. 230), Αἴας “ἕρκος Ἀχαιῶν” (ib. 229), Ἀγαμέμνων ἀγαθὸς βασιλεύς (ib. 179). Ὀδυσσεὺς δόλιος (ib. 202).

[*](B=)

259. ἠδʼ ἐν δαίθ᾿, 〈ὅτε περ〉), τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, [*](B=) ὡς καὶ ἔτι νῦν παρὰ Κυμαίοις. §. “γερούσιον” ⌈δὲ⌋ τὸν τοῖς ἐντίμοις δι⌈δό⌋ μενον· κατελείπετο γάρ 〈τι〉 τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας.

[*](A+)

260. κρητῆρσι] “κρητῆρι” ἑνικῶς.

[*](A+)

262. * δαιτρόν] μεριστόν· διαιρετόν.

[*](B =)

266. ἐρίηρος ἑταίρος] συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀριστεύσειν ὑπισχνεῖται, ἀλλʼ οὐκ ἀδικήσειν τὴν ἑταιρίαν.

270. *θάνατος καὶ κήδεα] ἤλλακται ἡ τάξις.

273. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι] ἀντὶ τοῦ πρὸς Αἴαντας.

[*](B=)

274. νέφος εἵπετο πεζῶν] τινὲς “νέφος” τὸ ἄτακτον πλῆθός φασιν.

[*](AB=)

275. εἶδεν νέφος αἰπόλος ἀνήρ] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ 〈τὴν〉 εἰκόνα πεποίηκεν.

[*](B=)

αἰπόλος ἀνήρ] ὑψίνομοι γὰρ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ οὐδενὸς ἐπιπροσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· οὗτος γὰρ μάλιστα συνάγει νέφη καὶ δεινὴν χειμῶνος ἀπειλήν, εὖρος δὲ καὶ νότος χειμῶνα παύουσι διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν· εἰσὶ δὲ Αἴας, στρατός, Τρῶες.

[*](A+)

277. ἄνευθεν ἐόντι] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “ἰόντι,” κακῶς.

[*](A+ B-)

μελάντερον ἠύτε πίσσα] μέλαν ὡς “ἀδινώτερον ἤ τʼ οἰωνοί” (Od. 16. 216)· ἢ τῶν ἄλλων νεφῶν μελάντερον.

[*](B=)

278. λαίλαπα] τὴν μεθʼ ὑετοῦ αὔραν· “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών” (Il. 16. 384).

[*](1, 2, 9, 10. sustulit bibliopega ‖ 22. δύσριγοι B: διώρυγοι ‖ 25. οὗτος B: αὐτός ‖ 28, lemma ἰὸν κατὰ πόντον falso adscriptum)
145

279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ὄις, ἐὰν ἔξω ἀκούσῃ [*](AB=) βροντῆς, ἐκτιτρώσκει.

281. πυκιναί] πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται.

[*](A- B=)

282. πεφρικυῖαι] ὠρθωμέναι· καὶ “ἔφριξεν δὲ μάχη” (Il. 13. [*](B=) 339). §. βραχὺ δὲ διασταλτέον εἰς τὸ “σάκεσίν τε·” ἐξ αὐτῶν [*](AB=) γὰρ ἦσαν μέλαιναι, ἐκ δὲ τῶν δοράτων ὠρθωμέναι. §. Ἀρίσταρχος [*](A+) δὲ “βεβριθυῖαι·” τὸ δὲ “πεφρικυῖαι” ἐκ τοῦ φρίσσω.

285. Αἴαντ᾿, Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι [*](ΑΒ=) καὶ ἡγούμενοι τῶν ἄλλων Ἕλλήνων ἐν ταῖς μάχαις.

286. σφῶι μέν] εἰς τὸ “μέν” διαστολή, εἰς δὲ τὸ “ὀτρυνέμεν” [*](AB=) ἀνυπόκριτος. §. τὸ ἑξῆς· ὑμᾶς μὲν οὔτι κελεύσω μάχεσθαι, οὐ γὰρ [*](B=) ἔοικεν ὀτρυνέμεν ὑμᾶς. καὶ Ἰδομενέα μὲν τῆς τιμῆς 〈καὶ⟩ τοῦ γέρως ὑπέμνησε, τοὺς δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο. §. τινὲς δὲ τὸ “σφῶι” ἀντὶ δοτικῆς.

287. *λαόν] τὸν Ἑλληνικόν.

289. τοῖος πᾶσιν θυμός] πᾶσι τοῖς ἡγεμόσιν, ἵνα πρὸς τοὺς ὁμο- [*](B=) τίμους ἡ σύγκρισις ᾖ.

τοῖος πᾶσιν θυμός] ἐπὶ δὲ Νέστορος “τοιοῦτοι δέκα μοι συμ- [*](B=) φράδμονες” (Il. 2. 372)· μᾶλλον οὖν φρόνησιν ἐπαινῶν φαίνεται.

295. Πελάγοντα] Πελάγων Ἀλάστωρ Βίας καὶ ἐν Τρωσίν.

[*](B=)