Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

122. *γαλόῳ] ἀνδρὸς ἀδελφῇ· ἡ γάλως τῆς γάλω.

[*](B=)

Ἀντηνορίδαο δάμαρτι] οὔτε τῇ γαλόῳ δοτικῇ οὔτε τῇ Ἀντηνορίδαο γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον.

[*](B=)

123. τὴν Ἀντηνορίδης] τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων.

124. εἶδος ἀρίστην] ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν “Πριάμοιο θυγατρῶν εἶ δος ἀρίστην Κασάνδρην” (Il. 13. 365), εἰ μὴ τὴν μὲν παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι.

[*](AB=)

125. ἐν μεγάρῳ] τοῦτο γὰρ 〈ἐν〉διαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.

ἣ δὲ μέγαν ἱστὸν ὕφαινε] οὐκ ᾄδει ὡς Κίρκη καὶ Καλυψώ· ἀπαθεῖς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι.

[*](B=)

126. πολέας δʼ ἐνέπασσεν ἀέθλους] ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.

[*](A+ B-)

δίπλακα μαρμαρέην] διπλοΐδα χλαῖναν· οἳ δὲ δίμιτον· αἱ [*](4. εἴη ‖ 6. προαχθῇ 19. γάλως scripsi: γάλη 25. Κασάνδραν ‖ 27. τοὐτο B: οῦτως ‖ supplevi ex A B ‖ 33. β. Τρ. ‖ Ἑλλήνων B: Ἑλένης)

105
πᾶσαι δὲ “πορφυρέην” εἶχον· καὶ ἔστι συνῳδὸν τῷ “ἰοδνεφὲς εἶρος ἔχουσα” (Od. 4. 135) καὶ “φάρε᾿ ὑφαίνουσιν ἁλιπόρφυρα” (Od. 13. 108).

128. οὕς ἑθεν] ἐγκλιτικῶς· τὸ δὲ ἐμέθεν καὶ σέθεν ὀρθοτονοῦνται [*](A + B=) παῤ αὐτῷ.

130. δεῦρʼ ἴθι]“δεὐρο” ἀντὶ τοῦ ἄγε. §. τὸ δὲ “νύμφα” Ἰωνικόν, [*](B=) ὡς τὸ τόλμα τῆθα κοῦρα.

ἵνα θέσκελα] θεοείκελα θέσκελα, ὡς θέσφατα· μετὰ τὴν συγκοπὴν [*](AB=) ὁ πλεονασμός.

132. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον] ἡ “ἐπί” πρὸς τὸ “φέρον.” §. τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (134) ἀντωνυμικόν.

[*](A + B=)

133. λιλαιόμενοι πολέμοιο] εἰς τὸ “πολέμοιο” ὑποστικτέον.

134. οἳ δὴ νῦν ἕαται] ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται.

[*](A-)

*διὰ μέσου τὸ “πόλεμος δὲ πέπαυται.”

[*](A B =)

135. ἀσπίσι κεκλιμένοι] ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδι- [*](B=) ζόμενοι πολεμεῖν.

137. μακρῆς ἐγχείῃσι μαχήσονται περὶ σεῖο] τὸ δέος ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μένελαον ὑπὸ Ἀλεξάνδρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δʼ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκμήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντι- τεταγμένον.

138. φίλη κεκλήσῃ ἄκοιτις] ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ [*](B=) “κεκλήσῃ” ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4. 60).

139. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον 〈—τοκήων〉] καὶ περὶ Ἡρα- κλέους “κρατερὸς παῖς Ἀμφιτρύωνος” (Il. 5. 392) φησίν· διὰ τοῦτο κἀνταῦθα “καὶ ἄστεος ἠδὲ τοκήων.”

140. ἀνδρός τε προτέροιο] ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητής· [*](B +) ἐπὶ δύο γοῦν τὸ “προτέροιο” φησίν.

141. ἀργεννῇσι καλυψαμένη] οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος· [*](B=) καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται ποικίλα. ὀθόνη δὲ ὁ ἑανός, ὃν καὶ πέπλον καλεῖ.

142. δάκρυ χέουσα] διαίρεσις, οὐ σύνθεσις· ἐθρήνει δὲ δεδοικυῖα [*](B=) ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς.

143. οὐκ οἴη] στικτέον εἰς τὸ “οἴη,” καὶ τὸ ἑξῆς ἀσύνδετον.

[*](A + B=)[*](2. φάρεα ὑφαίνουσα ‖ 28. προτέρου ‖ ὁ ποιητὴς B: ὅπως)
106
[*](AB+)

144. Αἴθρη, Πιτθῆος] εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ εὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου θυγατέρα εἶναί φησιν.

[*](A+)

Πιτθῆος θυγάτηρ] καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύ- ναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται “γρηὶ σὺν ἀμφιπόλῳ” (Od. 1. 191)· πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (Od. 11. 630)· πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν· κουρι〈δί〉ην τε ἄλοχον Μενέ- λαος αὐτήν φησιν (Il. 13. 626).

πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις 〈συμ〉βολαῖς οὐ παρε- κάλει Πρίαμος παῤ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων αὐτῶν προσβαλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν ὅπλων πολ- λάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου “καί τοι τεύχεα καλὰ δότω—αἴ κε σε τῷ ἴσκοντες” (Il. 11. 798).

[*](A +)

145. ὅθι Σκαιαὶ πύλαι] καὶ Δαρδανίας ἐνίοτε αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πύλη.