Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

80. ἰοῖσίν τε τιτυσκόμενοι] ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ “ἔβαλλον·” οἳ δέ, τιτυσκόμενοι ἰοῖς ἐτόξαζον.

[*](A=)

82. * ἴσχεσθ᾿] ἀντὶ τοῦ ἴσχετε.

[*](A=)

83. *στεῦται] ὁρίζεται.

85. * ἐσσυμένως] σπουδαίως.

[*](B=)

87. μῦθον Ἀλεξάνδροιο] οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάνδρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχεραίνων τε αὐτῷ φησι “ τοῦ εἵνεκα νεῖκος ὄρωρεν.”

*νεῖκος] φιλονεικία διεγήγερται.

[*](B=)

95. ὣς ἔφαθ᾿· οἳδ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ] καλῶς· κατα- πλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται, οὔτε προκιν- [*](3. νεμεσιτὸν ‖ 9. τὰ πρ. ‖ Ἱνάχῳ W: Ἦλιν ‖ 18. τέως.)

103
δυνεύειν τὸν ἀδελφὸν θέλων—φιλάδελφος γάρ—οὔτε ἀναδύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων.

ἀκὴν ἐγένοντο σιωπῇ] πρεπόντως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ [*](B =) προυκαλοῦντο εἰς μάχην.

97. κέκλυτε νῦν καὶ ἐμεῖο] ἀκούσατέ φησιν· οὐ μὲν ἐπὶ δικαίοις [*](B -) κινδυνεύσω, ἀλλὰ λυπούμενος ἐφʼ ὑμῖν καταπονουμένοις, καὶ εἰς τὸ ἀπαλλάξαι ὑμᾶς τὸν ἀλυσιτελῆ ὑπομενῶ πόλεμον. Τυνδάρεων γὰρ ἔδει τοῦτο προτείνειν.

99. πέποσθε] “πέπασθε” οὕτω πᾶσαι. §. ἀπὸ τοῦ πήθω δὲ τὸ [*](A +) “πέποσθε” 〈ἢ〉 τοῦ πεπόνησθε συγκοπῇ· οἳ δὲ ἀπὸ τοῦ πέπασθε μεταβολῇ.

100. εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾿ ἀρχῆς] ἐπιεικῶς [*](B=) συγκατασπᾷ καὶ ἑαυτὸν ὡς προσφιλονεικήσαντα τῷ ἄρξαντι. ἀντέ- στρεψε δὲ τὴν τάξιν.

101. ἡμέων δʼ ὁπποτέρῳ] καταγνωστέος, φασίν, Ἀλέξανδρος [*](B=) μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλʼ ὃ μὲν εἶχε μέν, οὐκ ἴδια δέ, μάχεται δέ, ἵνα γένηται ἴδια, ὃ δέ, ἵνα τῶν ἰδίων κρατήσῃ, καὶ ὃ μέν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὃ δέ, ἵνα τὸ πρόστιμον ἀπαιτήσῃ.

103. οἴσετε δʼ ἄρνʼ] ἐὰν στίξωμεν εἰς τὸ “ἄρν” δυικὸν ἔσται, ἐὰν [*](A= B=) δὲ συνάψωμεν, ἔσται αἰτιατικῆς πτώσεως. ἀπὸ κοινοῦ τό νοούμενον.

οἴσετε] ἀπὸ τοῦ οἶσε, ὡς ἄξετε ἀπὸ τοῦ ἄξε. §. ταῦτα δὲ θύουσιν, [*](A-) ἐπεὶ καρποφόρα, τῇ γῇ· καὶ ἥλιος δὲ καὶ γῆ αἰτία τῶν καρπῶν. διὰ τί [*](A ~ B=) δὲ οἱ Τρῶες γῇ καὶ ἡλίῳ; ὅτι ὁ κίνδυνος περὶ σωτηρίας καὶ γῆς.

Ἕλληνες δὲ Διί, ἐπεὶ ξένιος· περὶ ξενίαν 〈δὲ〉 ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.

105. ὄφρʼ ὅρκια τάμνῃ] συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ [*](B=) μὲν στέργοιεν Τρῶες εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολεμώσαι. ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους.

106. ἐπεί οἱ παῖδες ὑπερφίαλοι] οὐκ ἀλόγως· αὐτὸς γάρ ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος.

108. * αἰεὶ δʼ ὁπλοτέρων] ὁ δέ ἀντὶ τοῦ γάρ.

[*](6. λυπούμενος B: λυποῦμαι ‖ 21. αἰτιατικῆς B: ἀντὶ ‖ 27. τί scripsi, τὸ W : τι)
104
[*](B=)

φρένες ἠερέθονται] ἀβέβαιοί εἰσιν· ὑποτέμνεται δὲ τὴν ὕβριν, ἀνάγων ἐφʼ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα.

[*](B=)

109. οἷς δʼ ὁ γέρων μετέῃσιν] περὶ Πριάμου ὁ λόγος· πεπεί- [*](AB=) ραται γὰρ αὐτοῦ. §. ἡ δὲ στιγμὴ ἐὰν μετὰ τὸ ἔῃσιν ᾖ, οὕτως ὁ νοῦς· τὰ παρόντα καὶ 〈τὰ〉 μέλλοντα προορᾷ καὶ πῶς ἄμφω ἄριστα πραχθήσεται· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως, οἷς 〈ἂν〉 παρῇ ὁ γέρων εἰς τὸ νῦν καὶ 〈τὸ〉 μέλλον, ὅ ἐστιν ἑκάστοτε.

113. *ἔρυξαν] κατέσχον.

[*](B=)

114. τεύχεα τʼ ἐξεδύοντο] τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.

κατέθεντʼ ἐπὶ γαίῃ] πλησίον ἀλλήλων, μὴ γένοιτό τις αὐτῶν χρεία.

115. ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα] ἡ διακεχωρισμένη γῆ μεταξὺ Τρώων καὶ Ἑλλήνων.

[*](A+)

117. καρπαλίμως ἄρνας τε φέρειν] τὸ “καρπαλίμως” τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσσω.

[*](B+)

121. λευκωλένῳ ἄγγελος ἦλθε] δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐτάγγελος. θῆλυ δὲ θήλει πείθεται, ἐρωτική τε θεὸς ἡ Ἶρις. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν (Alc. fr. 13 B.).

[*](A+)