Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. γνοίης 〈χ᾿〉 οἵου φωτός] ἀσύνδετος ὁλόγος. θυμουμένου γὰρ ἀνδρὸς τὰ ῥήματα.

*οἵου φωτός] οἷος ὢν τίνα ἐστέρησας, ἵνʼ ᾖ τὸ γνῶθι σεαυτὸν [*](B +) ὑποφαινόμενον.

54. οὐκ ἄν τοι χραισμῇ κίθαρις] κίθαρις ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν [*](B-) Ἀφροδίτης, οὐ Μουσῶν, διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστιν· διὸ καὶ Ἀφροδίτης αὐτά φησι, τὸ δὲ ἄλλο θεῶν. “τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν” το (Il. 6. 156).

55. *ὅʼ ἐν κονίῃσι μιγείης] ὅταν συνέλθῃς εἰς μάχην.

[*](A=)

56. Τρῶες δειλήμονες] εὐλαβεῖς περὶ 〈τοὺς〉 ἄρχοντας. φιλά- [*](B=) δελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν.

57. λάινον ἕσσο χιτῶνα κακῶν ἕνεχ’] εἰς τὸ “ἕνεκα” ὑποστικτέον [*](A + B=) καὶ τὸ ἑξῆς ἰδίᾳ μετὰ ἤθους προενεκτέον.

59. Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας—μή μοι δῶῤ ἐρατὰ [*](AB=) πρόφερε· διὰ μέσου δὲ ἡ παραβολή.

60. Ἕκτορ, ἐπεί με] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε· πᾶσαν γὰρ εὐνοϊκὴν [*](AB=) προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν.

αἰεί τοι κραδίη πελεκὺς ὥς] μή πω μου οὖν καταγίνωσκε [*](B=) πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι.

61. *δουρός] παντὸς ξύλου διὰ τὴν δρῦν.

62. ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν] ὀξὺς ὢν καὶ ἠκονημένος τὴν ὁρμὴν [*](B=) τοῦ τέμνοντος αὔξει, ὡς καὶ ὁ ἀμβλὺς θραύει.

63. ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος] δύο ὑπεροχῶν ὁμοιότητας [*](B +) παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἰ λέγοι, ὅσον ἦν Αἴας πρᾶξαι δυνατὸς τοσοῦτον Ὀδυσσεὺς βουλεύειν.

*ἀτάρβητος] ἀκατάπαυστος.

64. μή μοι δῶῤ ἐρατὰ πρόφερε] ὡς ὑγρὸς ἄμφω αὔξει· ὁ δὲ Ἕκτωρ “δῶρʼ Ἀφροδίτης” (54).

68. ἄλλους μὲν κάθισον] ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ [*](B +) πολεμῶν. §. βαρβαρικὸν δὲ τὸ μονομαχεῖν.

69. * ἀρηίφιλον] ποιητικὸν τὸ ἐπίθετον.

70. * κτήμασι] ἀντὶ τοῦ χρήμασιν.

[*](6. Ἀφροδίτη ‖ ἀδομένη B ‖ 8. αὐτόν ‖ 14. ἕσο)
102
[*](B=)

71. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται] καὶ εἰς τὸ “νικήσῃ ” καὶ εἰς τὸ “γένηται ” βραχὺ διασταλτέον.

[*](B=)

74. ναίοιτε Τροίην] διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.

75. Ἄργος ἐς ἱππόβοτον] τὴν Θεσσαλίαν· καὶ ὁ Ἀχιλλεὺς “οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος” (Il. 19. 329).

[*](A =)

Ἄργος ἐς ἱππόβοτον] Ἑλ〈λ〉άνικός φησι Φορωνέως γεγενῆσθαι παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον τοῦ πατρὸς διενείμαντο τὴν Ἀργείαν· καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγὸς λαχὼν ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν, Ἴασος 〈δὲ〉 τὴν πρὸς Ἰνάχῳ· ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτατος Ἀγήνωρ πολλὴν ἵππον ἐκτήσατο ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται τριχῶς τὸ Ἄργος Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, ἱππόβοτον Ἄργος.

[*](AB=)

Ἀχαιίδα] πᾶσαν τὴν Ἑλλήνων γῆν Ἀχαιίδα φησὶ καλλιγυναῖκα· τῷ γὰρ ἔρωτι τῆς Ἑλένης πᾶσαν τοιαύτην εἶναι μαντεύεται.

[*](B=)

76. Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται.

77. καί ῤ ἐς μέ〈σ〉σον ἰών] διὰ τί “μέσ〈σ〉ου δουρὸς ἑλών;” ἐπεί, ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται· ἡνίκα δὲ μεσοῖ ὁ πόλεμος, τοῦτο ποιεῖ.

*ἀνέεργε] ἐκώλυε τοῦ πολέμου.

[*](B=)

79. τῷ δʼ ἐπετοξάζοντο] πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον.

[*](B +)