Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

364. Ἀτρείδης δʼ ᾤμωξεν] διοτρεφεῖς γὰρ οἱ βασιλεῖς, καὶ φιλεγκλήμονες οἱ ἀτυχεῖς 〈εἰς οὐρανόν〉.

[*](B=)

365. ὀλοώτερος ἄλλος] ὀλέθρων αἰτιώτερος. ἀναιρουμένου γὰρ Ἀλεξάνδρου τὰ τῆς μάχης ἐλύετο 〈ἄν〉.

[*](B +)

366. τίσασθαι—κακότητος] Ἀττικῶς πέφρασται, ὡς “ἐγρα- ψάμην Φιλῖνον κλοπῆς.”

367. ἄγη ξίφος] πλεονασμῷ ἐάγη.

[*](A +)

368. οὐδʼ ἔβαλόν μιν] πᾶσαι “οὐδὲ δάμασ〈σ〉α.” §. γράφεται [*](A +) καὶ “οὐδʼ ἔβαλόν μιν.”

[*](B=)

369. καὶ ἐπαίξας κόρυθος λάβεν] εἴδωλον Ἀλεξάνδρου καταλιμ- πάνει τῇ ὑποθέσει, τριχῆ φονεύσας αὐτὸν δόρατι, ξίφει, αἰχμαλωσίᾳ.

κόρυθος λάβεν] ὃ γὰρ ἂν παραπέσῃ, τοῦτο ὅπλον χορηγεῖται τῷ θυμῷ.

[*](B=)

370. ἕλκε δʼ ἐπιστρέψας] διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὑτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι ἴσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν 〈μᾶλλον⟩ ἢ συντόμως ἀνελών.

[*](B +)

371. ἄγχε δέ μιν πολύκεστος ἱμάς] θέραψ γάρ ἐστι [τοῦ κεστοῦ] τῆς Ἀφροδίτης. συνεπάγει δὲ αὐτόν, ὅπως ἀγχονισθῇ.

[*](AB=)

ἁπαλὴν ὑπὸ δειρήν] ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ εἰωθυίας κόρυθα φορεῖν.

372. *ὑπʼ ἀνθερεῶνος] τοῦ ἀνθερεῶνος αὐτοῦ.

[*](A-)

373. καί νυ κεν εἴρυ〈σ〉σέν τε] ἐν τῇ Ἀριστοφάνους “καί νυ κεν ἐξείρυσσε,” οὐ μέντοι ἐν τῇ Ἀριστάρχου.

[*](B=)

374. εἰ μὴ ἄρʼ ὀξὺ νόησε] οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου.

[*](B=)

375. ῥῆξεν ἱμάντα] οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. οὐ σώζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολε- μίοις καταλειφθῇ.

[*](1. διατρυφθέν ‖ 14. γ. ἐν τῷ θυμῷ π.: corr. W ‖ 19. ὑπεκστᾶναι ‖ ἑλεῖν B: ἀνελεῖν ‖ 21. suppl. W ‖ 22. κεστῷ ἄγχεται ὡς θεράπων Ἀφροδίτης Eust. ‖ 23. αὐτὸν B: ἑαυτὸν ‖ μὴ post ὅπως del. W ‖ ἀγχονισθείη ‖ 28. ἐξείρυσσε Nauck: ἐξείρυσεν A: ἐξήρυσεν ‖ 33. καταλειφθῇ B: σώζηται)
119

377. ἥρως μετʼ ἐυκνήμιδας] εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ “ἥρως,” [*](B=) καίτοι δυναμένου ‘Ἀτρείδης’ κεῖσθαι.

378. ῥῖψʼ ἐπιδινήσας] σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι τῷ [*](B=) καὶ τὴν κεφαλὴν ῥῖψαι.

380. ἔγχεϊ χαλκείῳ] καὶ πῶς φησιν “ἐκ δέ μοι ἔγχος ἠίχθη [*](B=) παλάμηφιν;” ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρησόμενος ἐπεδίωκεν.

τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη] ἐπὶ τοσοῦτον ἄγει τὰς περιπετείας [*](B=) ὁ ποιητής, ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν.

382. κηώεντι] κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας [*](B=) Ἀλεξάνδρου τεκμήριον.

383. αὐτὴ δʼ εὖθ᾿ Ἑλένην] κατηγοροῦσιν ὡς προαγωγὸν εἰσά- [*](B=) γοντος αὐτοῦ τὴν θεόν. ἀλλʼ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν τῆς δὲ τὴν σωφροσύνην ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα διʼ ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην.

*καλέουσʼ] καλέουσα.

τὴν δʼ ἐκίχανεν πύργῳ 〈έφ᾿〉 ὑψηλῷ] ὅπως μὴ ἀποδοθῇ [*](B-) ὁρωμένη ἀπὸ τοῦ τείχους. διὰ τοῦτο γὰρ εἶπε “περὶ δὲ Τρωαὶ ἅλις ἦσαν·” ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι διαχρήσηται ἑαυτόν. πυθόμεναι γὰρ τὸ μονομάχιον ἐξῆλθον. πιθανὸν δὲ ἀπο- στάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρωάσιν αὐτήν· θεωροῦσα δὲ τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ.

385. χειρὶ δὲ νεκταρέου] γραφικῶς τοῦτο. ὑπεξάγει δὲ αὐτήν, [*](B-) ὅπως μὴ ἐν μέσαις ταῖς Τρωάσι διαλέγηται αὐτῇ· πρᾶγμα δὲ εὐτελὲς μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων. §. “ νεκταρέου” δὲ θείου παρὰ τὸ νέκταρ· “ἑανοῦ” δὲ λευκοῦ ὡς “ἑανῶ λιτί ” (Il. 18. 352) καὶ “ἑανοῦ κασ〈σ〉ιτέροιο” (ib. 613).

387. Λακεδαίμονι ναιεταώσῃ] μιᾷ τῶν ὑπολειφθεισῶν εἴκασται δηλοῦσα, ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵνʼ ᾖ ‘καὶ ἐν Λακεδαί- μονι.’

ναιεταώσῃ] ναίω ναιέτης· ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης [*](A= B-) ναιετῶ ναιετᾷς, διαίρεσις ναιετάω· καὶ ἔδει μὲν ναιεταούσῃ ὡς βοαούσῃ· ἀλλʼ ἔστιν ὅμοιον τῷ “ἱδρῶσαι, ἦγον δέ” (Il. 11. 598).

[*](2. δυνάμμενον: corr. W ‖ 3. τῷ B: τὸ ‖ 6. παλάμηφιν scripsi: παλάμη φη- σίν ‖ 11. Ἀλ. τ. B: ἀλέξημα ‖ 18. ἐκίχανʼ ἐπὶπ. ‖ 20. καὶ post ἐκδ. omisi ut B)
120

388. μάλιστα δέ μιν φιλέεσκε] τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος εἴκασται τῷ φιλτάτῳ Νέστορι.

[*](A+)