Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] ἀντὶ τοῦ ἑκάτεροι· καὶ ἕκαστος ἀντὶ τοῦ ἑκάτερος.

[*](B=)

ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] πῶς ἐπὶ δύο στρατιῶν τὸ “ἕκαστοι” ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9. 180)· δύο γὰρ πρέσβεις. ἔστι δὲ Ἀττικόν.

[*](B+)

2. Τρῶες μὲν κλαγγῇ] λείπει Ἀττικῶς ἡ σύν, “αὐταῖς δια- βολαῖς” (Ar. Equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ γ· ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ” (Il. 4. 433) καὶ “ἐς Τρώων ὅμαδον κίε” (Il. 7. 307).

[*](B=)

*ὄρνιθες ὥς] τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἠύτε περ κλαγγή] μετὰ τοσαύτης κραυγῆς ὅσης καὶ γέρανοι· ἐπὶ δὲ τοῦ “ἡύτε” ἡ ἀπέδοσις.

[*](AB-)

οὐρανόθι πρό] καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸ〈ν〉 ἀπὸ νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, ὡς “ὀφθαλμοῖο διαπρό” (Il. 14. 494).

[*](B =)

4. *ἀθέσφατον] ἃν οὐδʼ 〈ἄν〉 θεὸς ἑρμηνεύσειεν.

[*](AB=)

5. ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. τὸ ἀδιά- λειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλέτερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.

[*](10. μνησαίατο ‖ 11. erasa suppl. rec.; ὅτι incertum ‖ 12. deest catalogus cum scholiis; subscripsit rubricator λείπει ἐνταῦθα ὁ κατάλογος· στίχοι τπδ ‖ 13. inscriptionem addidi ‖ 26. ὅσης B: οἵας ‖ 29. οῦτω B: ὅτι)
97

6. ἀνδράσι Πυγμαίοισι] καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ [*](AB-) καὶ τὸν θροῦν αὔξει· κροτάλοις γὰρ αὐτὰς ἀλέξονται. φησὶ δὲ αὐτοὺς Ἑκαταῖος ἐπὶ ὀχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.

7. *ἠέριαι] διὰ τὸν καύσωνα.

8. οἳ δʼ ἄῤ ἴσαν σιγῇ] ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; [*](B=) ἢ τάχα οὕτως ἔχει· Τρῶες μὲν κλαγγῇ ἴσαν, ἠύτε περ, ἵνα τὸ “ἠύτε” ἀπόδοσις ᾖ· καὶ ἔστι ‘Τρῶες μὲν κλαγγῇ, οἳ δʼ ἄῤ ἴσαν σιγῇ· ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα.

9. * ἀλεξέμεν ἀλλήλοισιν] ἡ γὰρ φάλαγξ σωθείη 〈ἄν〉, ὅταν τὸν [*](B=) παρασπίζοντα ἕκαστος σκέπῃ.

11. ποιμέσιν οὔτι φίλην] οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας [*](B=) διὰ τοὺς οἴστρους.

12. *τόσσον τίς τʼ ἐπιλεύσσει] ἀόριστα ταῦτα· καὶ “ὅσον τε [*](B=) γέγωνε βοήσας” (Od. 12. 181).

*ἵησιν] ἀφίησιν.

13. κονίσαλος—ἀελλής] Ἀριστοφάνης γράφει “κονισάλου ὤρνυτʼ [*](B=) ἀελλής.” ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν.

14. *διέπρησσον πεδίοιο] τὴν πεδιάδα διήνυον.

16. *Τρωσὶν μέν] τῷ “μέν” οὐκ ἐπάγει τὸν “δέ.”

Τρωσιν-προμάχιζεν Ἀλέξανδρος θεοειδής] τὸ δίκαιον νομοθετεῖ— [*](B=) οἱ γὰρ αἴτιοι προασπίζουσιν—ἐγείρει τε τὸν ἀκροατήν, προκινδυνεύ- οντας εἰσάγων τοὺς πλείστων κινδύνων 〈τοῖς〉 ἑτέροις αἰτίους· διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον, τοῦτο γὰρ ἐγκωμιά- ζοντος δόξειεν 〈ἂν〉 εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία 〈ἂν〉 ἦν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.

17. παρδαλέην] τὸ δὲ ζῷον πάρδαλις.

18. αὐτὰρ ὃ δοῦρε δύω] ἄνευ τοῦ ἄρθρου τὸ “αὐτὰρ δοῦρε” ἐν [*](AB +) πάσαις ταῖς χαριεστέραις· ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁηρικὴν συνήθειαν. ἔθος γὰρ αὐτῷ [*](3. σχημάτων: corr. Bekker ‖ 10. ὅταν τὸ τοῦ παρασπίζοντος ἔ. σκοπῇ: corr. W ex B ‖ 24. suppl. 25. φασὶ ‖ 33. π. καὶ x. εἰ δἐ: corr. Cramer)

98
περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· “αὐτοῦ μὲν ἀπήμβροτεν—ὃ δὲ Πήδασον οὔτα〈σεν〉” (Il. 16. 466).

[*](B=)

δοῦρε δύω] δῆθεν ἵνα, εἰ ἀποτύχοι τοξεύων, προσπεσὼν μάχοιτο.

*κεκορυθμένα] ἠκονημένα· ἐστομωμένα.

[*](B=)

19. προκαλίζετο πάντας ἀρίστους] τῇ φαντασίᾳ, οὐλόγῳ, ὡς “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16. 294). κραδαίνων δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων “ἀντίβιον μαχέσα- σθαι·” ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Ἴρου, Θερσίτου, Δόλωνος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει.

[*](B =)

21. * ἐνόησεν] καθεστὼς γὰρ καὶ ζητῶν 〈ἦν〉 τὸν ἀδικήσαντα, ὃ δὲ ἀλαζονείᾳ ἐπτοημένος.

[*](B -)

23. μεγάλῳ ἐπὶ σώματι κύρσας] σῶμα μὲν Ὅμηρος ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐ⌈τὸς⌋ νεκρὸν εἰργάσατο, ἢ τὸ τοξευθέν, ὡς τὸ “θῶες μέν τε διέτρεσαν” (Il. 11. 481)· ἢ τῷ “πεινάων” λύεται.

[*](A + B=)

24. εὑρὼν ἢ ἔλαφον] ὃ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὃ δὲ λέοντι καὶ πεινῶντι παρείκασται· μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος.

κεραόν] τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν.

[*](B=)

ἄγριον αἶγα] κατωφερὴς ὁ τράγος καὶ κερασφόρος· τοξότης δὲ καὶ ὁ Πάρις.

[*](A B=)

25. πεινάων] δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος.

[*](AB =)

εἴπερ ἂν αὐτὸν σεύωνται] ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.

[*](B=)