Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

120. τοσόνδε τε λαόν] διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία, καὶ ὅτι ἀίδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον καταλιποῦσιν.

[*](B=)

122. τέλος δʼ οὔ πω τι] ἀντὶ τοῦ γάρ. κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ πέρας τῆς μάχης.

[*](B=)

123. εἴπερ γάρ κʼ ἐθέλοιμεν] ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη.

[*](4. ἀποβάντος W ‖ 5. ἐνέβησε ‖ ἁμ. καὶ ἀτηρὸς καὶ ἶσα ἄ.: corr. W ‖ repetithur *ἑκούσιος ἁμαρτία ‖ 8. κατανεύσει ‖ 11. χρυσέῃ ‖ 20. ἀδίκων— μεγάλαι turbata, om. B: dici videtur ἀδίκων, αἳ ἔλαβον τιμωρίαν)
67

124. ὅρκια πιστά] πρὸς τὸ συνελθεῖν.

125. Τρῶας μὲν λέξασθαι] ἀπὸ κοινοῦ τὸ θελήσουσιν. §. λέξασθαι δηλοῖ τὸ κοιμῶμαι, “λέξομαι εἰς εὐνήν” (Od. 17. 102)· τὸ ἐπι- [*](A-B+) λέξασθαι, “λέξατο κούρους” (Il. 21. 27)· τὸ ἀριθμεῖν, “λέγε κήτεσι” (Od. 4. 452)· τὸ οἰκοδομεῖν, “αἱμασιὰς λέξοντες” (Od. 24. 223).

ἐφέστιοι] ἔνοικοι συναριθμουμένων παιδίων καὶ γερόντων· οὗτοι γάρ [*](B=) εἰσιν οί προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι.

*ἔασιν] ἀντὶ τοῦ εἰσίν.

126. ἡμεῖς δʼ ἐς δεκάδας] ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ [*](A-B=) ἡμεῖς ἐπαγαγών· ἀντίστροφον δὲ τοῦτο κατὰ τὰς πτώσεις τῷ “ἢ ἐθέλεις αὐτὸς μὲν ἔχειν γέρας, αὐτὰρ ἔμʼ αὕτως” (Il. 1. 133). §. “ἐς [*](B=) δεκάδας” δέ, ὅτι ἔθος ἦν πλέον δέκα μὴ συνεσθίειν, ὡς καὶ Ἀρι- στοτέλης ἐν Πολιτείαις φησίν.

διακοσμηθεῖμεν] ἀντὶ τοῦ διακοσμηθῆναι, ἵνʼ 〈ᾖ⟩ ἀπὸ κοινοῦ τὸ [*](B=) θελήσομεν. οἱ δὲ 〈δια〉κοσμηθεῖμεν, ἵνʼ ᾖ διακοσμηθείημεν, εὐκ- τικόν.

127. ἄνδρα ἕκαστον] ὁ Ἰξίων διὰ τοῦ ῑ, τινὲς δὲ διὰ τοῦ ν. [*](A~) §. “ἕκαστοι ἑλοίμεθα” οἱ ἐν τῇ δεκάδι, οὕτως Ἰξίων.

ἑλοίμεθα οἰνοχοεύειν] πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ ἔθνη αἰχμα- [*](B=) λωσίαν οἰωνίζεται Τρωσὶν ἢ ὡς φιλοίνοις ἢ ὡς ἐν συμποσίοις ἀλα- ζονευομένοις, ἢ διὰ τὸ παίζειν τὸν Γανυμήδους μῦθον.

128. πολλαί κεν δεκάδες] ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν πόλεις έ, Ἑλλήνων δὲ ιβ΄.

129. *πλέας] ἀπὸ τοῦ πλέονας συγκέκοπται.

[*](AB=)

130. ἀλλʼ ἐπίκουροι πολ〈λ〉έων ἐκ πολίων] καὶ γάρ φησι “κέ- [*](B+) κλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων” (Il. 17. 220).

131. ἐγχέσπαλοι ἄνδρες] διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ [*](B-) ὀνειδίζει τῷ ἰδίῳ συμμαχικῷ. ἐπίκουροι μὲν οὖν λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν.

132. οἵ με μέγα πλάζουσι] ἀποσφάλλουσι τῆς ὁρμῆς. εὖ δὲ τὸ [*](AB=) οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ κοινόν.

καὶ οὐκ εἰῶσʼ ἐθέλοντα] ἀντὶ τοῦ δυνάμενον.

[*](B=)[*](7. οὗτοι B: οὐ ‖ 11. ἀντλοφόρον δ. τ. ‖ τῷ scripsi: τὸ ‖ 12. ἐ. ὄφρ᾿ αὐτὸς ‖ 16. διακοσμηθεῖμεν etiam textus ‖ 18. ν et ῑ A ‖ 21. φίλοινος ‖ ἀλοζονευομένους)
68
[*](A + B =)

133. Ἰλίου ἐκπέρσαι] ἄμεινον τὸ “Ἴλιον” ἤπερ “Ἰλίου.” §. [*](B=) “Ἰλίου πτολίεθρον” ὡς “Ἀργοῦς σκάφος” (Eur. Med. 1).

[*](B=)

134. ἐννέα δή] κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ἐγκαθημένων ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ τῆς ἁλώσεως χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι τὴν Ἴλιον ὁ [*](B=) Κάλχας ἔφη. §. ἐλπίδα τοῦ τέλους ὑπογράφων αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπεν—καίτοι τοῦτο ἦν τὸ ἀληθές, ὅπερ καὶ Ὀδυσσεύς φησιν “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτός” (295) —ἀλλὰ παρεληλύθασί φησιν ἐννέα ἐνιαυτοί.

[*](B +)

βεβάασι] ἀντὶ τοῦ πορεύονται, ὡς τὸ “βῆ δʼ ἀρʼ ἐπʼ Ἀτρείδην” (18) ἀντὶ τοῦ ἔβαινεν.

*Διὸς μεγάλου] τοῦ ἡλίου ἢ τοῦ χρόνου.

[*](B=)

135. καὶ δὴ δοῦρα σέσηπε] καὶ τοῦτο ἀμφοτέροις συνᾴδει, τῷ ἀπιέναι πρὶν διαφθαρῆναι πλέονας νῆας, καὶ τῷ μένειν, ὡς διὰ τὸ σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι.

[*](B=)

*δοῦρα σέσηπε —λέλυνται] ἐν ἑνί στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν.

[*](B=)

136. αἱ δέ που ἡμέτεραι] ἀπαλλαττώμεθα οὖν ὡς ποθούμενοι· ἢ ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι 〈μένωμεν〉.

138. *αὔτως] ἔτι, ἀκμήν· “λευκὸν ἔτʼ αὔτως” (Il. 23. 268).

139. *ἀλλʼ ἄγεθʼ] ἄγετε, ἐπίρ 〈ρ〉ημα.

[*](B=)

140. φεύγωμεν σὺν νηυσί] ἠδύνατο μὲν εἰπεῖν στείχωμεν· ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου.

[*](B=)

φίλην ἐς πατρίδα γαῖαν] “φίλην” τὴν ἰδίαν· “φίλους λήθοντε τοκῆας” (Il. 14. 296)· “πατρίδα” δέ. ἕκαστος τὴν ἰδίαν· ἔδει δὲ πατρίδα αἶαν.

141. οὐ γὰρ ἔτι Τροίην] οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμφιβολίαν· διὸ ἔν τισιν οὐ φέρεται.

[*](B=)