Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

380. οὐδʼ ἠβαιόν] ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λόγου. ἔνθεν καὶ Καλλίμαχος (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόφασιν.”

[*](A B+)

381. νῦν ἔρχεσθʼ ἐπὶ δεῖπνον] τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί· καὶ τὴν μὲν α΄ ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωίας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαβόντας αὐτὸ εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τροφὴν παρὰ τὸ ἄειρε· “μή μοι οἶνον ἄειρε” (Il. 6. 264). τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ ἔτυμον δεῖπνον μεθʼ ὃ δεῖ πονεῖν. λαβόντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθʼ ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι· ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρατος.

ἵνα ξυνάγωμεν Ἄρηα] ἰδὼν ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν νέαν ἐπιτίμησιν πράως ἐνεγκόντας τρέπεται ἐπὶ τὸ προστάσσειν.

[*](B=)

382. εὖ μέν τις δόρυ] κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν. οἶδε γὰρ καὶ ταῦτα αἴτια εἶναι τῆς ἥττης· “οὐδὲ διαπρὸ δυνήσατο” (Il. 13. 607)· “τῇ ὅ γ᾿ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος” (Il. 15. 647)· δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ κακοῦ.

[*](A B=)

δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.

[*](1. ὅθεν ἔτι ὁφθ.: corr. W ex Arist. Rhet. iii. 10 ‖ 5. ἐθελοκακοίη ‖ 17. ὠνομάσθαι ‖ λαβ. αὐτὸ scripsi, λαμβάνειν αὐτὸ πρὶν Bekker: λαμ- βάνειν αὐτοὺς ‖ 21. λαμβάνοντες ‖ 22. περὶ scripsi: ἐπὶ ‖ 34. καταλῆγον)
89

εὖ δʼ ἀσπίδα θέσθω] ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ “εὖ μὲν [*](B=) Μυρμιδόνας φάσʼ ἐλθέμεν—εὖ δὲ Φιλοκτήτην” (Od. 3. 188)· “κλαῖε μὲν Ἀργείη Ἑλένη—κλαῖε δὲ Τηλέμαχος” (Od. 4. 184).

*θέσθω] ἀντὶ τοῦ περιθέσθω.

[*](B+)

384. *ἅρματος ἀμφὶς ἰδών] περιβλεψάμενος τὸ ἅρμα.

385. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηι] ἀβέλτερος, [*](B-) φησίν, Ἀγαμέμνων μὴ συνορῶν, ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μα- χομένοις κεῖται τὸ τοῦ πολέμου τέλος, ἀλλʼ ὡς ἂν τύχῃ. ἀγνο- οῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότερον παρασκευασθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον ἠχθέσθημεν, ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν· καὶ Ἀττικοὶ δὲ “ἥκειν ἔχοντας σιτί᾿ 〈ἡμερῶν τριῶν〉” (Ar. Pac. 312) βοῶσιν.

388. ἱδρώσει μέν τευ] ὅτι οὔπω πόρπακες ἀλλὰ τελαμῶνες ἦσαν. [*](B=) εἴρηται δὲ τελαμὼν παρὰ τὸ τέταμαι. §. ἱδρῶτα μὲν καὶ πόνον προβάλλε- [*](B=) ται, κίνδυνον δὲ οὐδαμοῦ. πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπά- γει. §. τὸ δὲ “ἱδρώσει” ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος.

[*](B=)

391. ὃν δέ κʼ ἐγών] εὐτόνως κατέστρεψε τὸν λόγον. οὐ γὰρ τῆς [*](B=) πειθοῦς μόνης ἀλλὰ καὶ ἀπειλῆς προσδεῖ τῷ πλήθει. πρῶτος τὸν κατὰ τῶν λειποτακτῶν συνεῖδε θάνατον· καὶ ὁ Ἕκτωρ “ἀλλὰ κύνες ἐρύουσιν” (Il. 15. 351)· τοῦτο 〈δέ〉, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.

393. * ἄρκιον] ἐπαρκοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φεύγειν.

[*](B=)

395. ἀκτῇ ἐφʼ ὑψηλῇ] ἐξηγεῖται αὐτὸ διὰ τοῦ “ἔνθα νότος μέγα [*](B=) κῦμα” (Od. 3. 295)· σκαιὸν 〈καὶ〉 χαλεπώτατον τὸ κῦμα τὸ μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ.

396. * σκοπέλῳ] ἀφʼ οὗ ἐστιν ἅλις σκοπεῖν.

397. ὅταν ἔνθʼ ἢ ἔνθα γένωνται] “γένωνται” οἱ ἄνεμοι. οἱ δὲ [*](A + B=) ἀήθεις μεταγράφουσι “ γένηται.”

398. ἀνστάντες] διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες.

*ὀρέοντο] ὥρμων.

399. *κάπνισσαν] πυρὰν ἧψαν.

400. ἄλλος δʼ ἄλλῳ ἔρεζε] δείκνυσιν ὡς πολύκλητοι ἦσαν· [*](B=) ἕκαστος γὰρ τοῖς πατρίοις θύει. τὸ γὰρ θεῖον φύσει μὲν ἕν, θέσει δὲ πολύ. Ἑλληνικὸν δὲ τὸ ἔχειν εἰς θεοὺς τὴν ἐλπίδα.

401. εὐχόμενος θάνατόν τε φυγεῖν] ἤρκει γὰρ αὐτοῖς μόνον τὸ [*](B=) [*](12. σιτία: suppl. W ‖ 15. αἰτίαν B: δειλίαν 24. ἄγων post κῦμʼ del. W ‖ supplevi ex B)

90
ζῆν, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται “καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν” (414).

[*](B -)

402. αὐτὰρ ὃ βοῦν] ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφαλαίου λέγων πῶς καὶ τίνι ἔθυεν οὐ λέγει, ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα ἀκριβῶς διέξεισιν· καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειο- τάτῳ τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων· πρόσθες δὲ ὅτι καὶ τὸν ὄνειρον αὐτὸς ἦν ὁ πέμψας.

403. πίονα πενταέτηρον ὑπερμενέι Κρονίωνι] οἰκεῖα ταῦτα τῷ τελείῳ Διί.

*πενταέτηρον] τότε γὰρ ἀκμάζει.

[*](B+)

404. κίκλησκεν δὲ γέροντας] κοινωνικὸν τὸ συνθύειν τοῖς ἀρί- στοις.

[*](B=)

405. Νέστορα μὲν πρώτιστα] ἄριστα 〈πρῶτος〉 τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος καλεῖται· δεύτερος Ἰδομενεύς, καὶ οὗτος δὲ καθʼ ἡλικίαν, καὶ ὅτι τοῦ Ἀτρειδῶν γένους· τρίτος Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ, ὅτι “ἶσον θυμὸν ἔχοντε” (Il. 13. 704)· πέμπτος Διομήδης, τῷ Αἴαντι δεύτερος ὢν κατʼ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς τῶν προειρημένων ἥττων—πῶς γὰρ ὁ “βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κο- ρύσσων;” (273)—ἀλλ᾿ ὡς μᾶλλον αὐτὸν φιλῶν παρεῖδεν ὁ Ἀγα- μέμνων. τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν· “ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν, ὡς ἐπονεῖτο” (409)· ἅμα δὲ διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελφῶν ἀσχολίαις.

[*](B=)

407. 〈ἕκιον δʼ εὖτʼ Ὀδυσῆα〉] ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα, ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ.

[*](B=)