Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

354. τῷ μή τις πρὶν ἐπειγέσθω] προστακτικῶς· ὁ δὲ Ὀδυσσεὺς “ἀλλʼ ἄγε, μίμνετε πάντες” (331).

[*](B=)

355. *πρίν τινα] μέγιστον πρὸς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.

πρίν τινα πὰρ Τρώων] φασί τινες, ὡς αἰσχρὸν αὐτοὺς μένειν δελε- αζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ πανσόφου Νέστορος· ῥητέον οὖν, ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες ἐκ τούτων αὐτοὺς δίκας αἰτεῖν πεπείραται· οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης ἡττώμενον, καὶ ταῦτα ὅταν ἄλογος ἡ ἡδονή· ὁ δὲ Ὀδυσσεὺς οὐδέ φησι τοιοῦτον, ἀλλʼ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος.

[*](A + B=)

356. * Ἑλένης ὁρμήματα] λείπει ἡ περί, τὰ περὶ τῆς Ἑλένης ὁρμήματα καὶ τὰς στοναχάς.

[*](AB=)

Ἑλένης ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνʼ ἀξιόχρεως ᾖ βοηθεῖσθαι.

357. *ἐκπάγλως] ὑβριστικῶς.

[*](B=)

358. *ἁπτέσθω ἧς νηός] τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων.

[*](B=)

360. ἀλλὰ ἄναξ] φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι τὸν Ἀγαμέμνονα ἄνακτα αὐτῶν καλεῖ, οὐκ Ἀτρείδην.

[*](B=)

ἀλλὰ ἄναξ, αὐτὸς δʼ εὖ μήδεο] τοῖς βασιλεῦσι νόμον τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν ἄλλοις γινομένην. ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· “οὗτος μὲν πανά- ριστος, ὃς αὐτῷ πάντα νοήσῃ” (Hesiod. Opp. 293).

[*](B=)

361. * οὔ τοι ἀπόβλητον] ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τό φορτικόν· διὸ οὐκ εἶπεν ‘ἐπαινέσεις τὴν βουλήν.’

[*](B=)

362. κρῖνʼ ἄνδρας κατὰ φῦλα] προοικονομεῖ ἑαυτῷ τὸν κατάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν νεῶν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς μένειν· καὶ [*](A B=) εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. §. τί δήποτε δὲ οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ: ῥητέον δέ, ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο, ὡς οὐδὲ τοῦ πλήθους.

*⌈“φῦλα”⌋ τὰς φυλὰς παρὰ Ἀττικοῖς.

363. *φρήτρη] τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς.

[*](B=)

ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ] τοῦτο ἐξηγήσατο ἐν τῷ “ἐν θυμῷ [*](19. αὑτῶν B: αὐτόν ‖ 20. schol. cum praecedenti coniunctum ‖ 23. τοήσει ‖ 30. στράτευμα B: σπέρμα ‖ 32. τὰς φίλας)

87
μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3. 9)· τοῦτο δέ, ἵνα μή τε περιορῷεν τοὺς οἰκείους καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ τὸ βούλευμα χαρίεν τὸ περὶ τῆς διατάξεως, ὥστε καὶ τὸν Δία εἰσηγήσασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (805).

366. *κατὰ σφέας] διακεκριμένοι.

367. γνώσῃ δʼ εἰ καὶ θεσπεσίῃ] λείπει βουλῇ, ὡς Πίνδαρος “τόνδ’ [*](B=) ἄνδρα δαιμονίᾳ γεγάμεν” (Ol. 9. 110)· ἢ ἀπὸ κοινοῦ τὸ “κακότητι,” θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι.

368. ἢ ἀνδρῶν] Πτολεμαῖος περισπᾷ τὸν η “ἦ ἀνδρῶν” ὡς διαπο- [*](AB=) ρητικὸν ἐκδεχόμενος, οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς διαζευκτικόν. ἵν᾿ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά.

370. μὴν αὖτ᾿ ἀγορῇ] ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ οἴεται δεῖν ἐν [*](B=) ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως αὐτὸν θαυμάζει, ὅτι ὃ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ τί χρὴ πράττειν μένοντας.

ἦ μὴν αὖτ᾿ ἀγορῇ] τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασιλεὺς ἐπαινεῖ· [*](B=) ἰσοστάσιος οὖν ὁ ἔπαινος.

371. αἲ γάρ, Ζεῦ τε πάτερ] πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί.

[*](A ~ B=)

372. τοιοῦτοι δέκα μοι συμφράδμονες] εἰ πάντες φησὶ κυμβου- [*](B=) λεύσειαν 〈ταὐτὸ〉 τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρκεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων μηδὲ ἅμα διοίσοντας τοῖς λόγοις φησίν, ἀλλʼ οἷς ἡ αὐτὴ μέν ἐστιν ἕξις “πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ” (Il. 9. 74). τάχα δὲ ἐπὶ ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προ- τρέψῃ τό στράτευμα πείθεσθαι ταῖς παραινέσεσιν αὐτοῦ.

τοιοῦτοι δέκα μοι] δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματικῶν τὰ [*](B=) ψυχικὰ προτιμῶν. ἐνθάδε μὲν γὰρ δέκα Νέστορες ἀπαρκέσουσιν αὐτῷ πρὸς τὴν ἅλωσιν τῆς Ἰλίου· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πόλεμον προ- τρέπων Ἀγαμέμνων φησὶ “τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθε〈σ〉σι γένοιτο” (Il. 4. 289). ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει (fr. 220) “ἓν βού- λευμα τὰς πολλὰς χέρας νικᾷ· σὺν ὄχλῳ δʼ ἀμαθία, πλεῖστον κακόν.”

373. τῷ κε τάχʼ ἠμύσειε] “ἠμύσειε” ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ [*](AB -) [*](5. add. sec. καὶ καθʼ ἑαυτούς ‖ 6. repetitu *θεσπεσίῃ] βουλῇ ἢ κακότητι ‖ γνώσεαι εἰ ‖ τὸν δέ ‖ 7. γεγάμεν Pindari coIld : γεγαμένη ἀπὸ 9. τὸν ῇ:— l ‖ 12. μὰν ‖ 16. μὰν ‖ 24. βουλεύσει ‖ 28. ἔνθα ‖ ἀπαρκέσωσι ‖ 32. πλειστῶν κακῶν ‖ 33. οἳ B: καὶ)

88
μύειν τοῦ φωτὸς στερίσκονται· ὅθεν “ἑτερόφθαλμον” ἔσεσθαι τὴν Ἑλ- λάδα ἔφασαν, καὶ “Σικελίας τʼ ἔσαν ὀφθαλμός” (Pihda. Ol. 2. 4).

[*](B=)

375. ἀλλά μοι αἰγίοχος] εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς.

[*](B=)

376. ὅς με μετʼ ἀπρήκτους ἔριδας] προμαλάσσει τὸ πλῆθος, τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακῇ αὐτῷ. συγ- γνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα.

[*](B=)

377. *καὶ γὰρ ἐγών] πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλ- λαγὰς μνηστεύεται, τοὺς ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος.

[*](A +)

μαχεσ〈σ〉άμεθʼ εἵνεκα κούρης] οὐ “μαχησόμεθ᾿,” ὡς “μαχήσονται περὶ σεῖο” (Il. 3. 137).

[*](B=)

379. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν] καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι.

[*](A + B =)