Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

318. τὸν μὲν ἀρίζηλον] ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθά- [*](A +) παξ πεποιηκέναι ἀφανῆ τὸν καὶ φήναντα θεόν.

323. τίπτʼ ἄνεῳ ἐγένεσθε] ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. [*](B+) καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν.

325. ὅου κλέος] κλέος τοῦ πολέμου ἢ τοῦ σημείου. τοῦτο δὲ πρὸς [*](B=) τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται ἢ πρὸς τὸ μὴ λυπῆσαι, ἢ ὅτι τέρας ἐστίν.

ὅου κλέος] τὰἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαιπλεονάζουσι τῷ ε. §. τοῦτο προσέθηκεν, ὅπως διὰ τὸ μῆκος 〈μὴ〉 ἀπογνῶσι πρὸς τὴν μάχην.

[*](B=)

328. ὣς ἡμεῖς το〈σ〉σαῦτʼ ἔτεα] τρεῖς εἰσι χρόνοι δι᾿ ὧν ὁ πᾶς αἰῶν [*](B.) ἀριθμεῖται, ἡμέρα, μήν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστιν ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν· εἰ δὲ ἐν μέσῳ, μῆνας· ἐπεὶ δὲ πρὸς τῷ τέλει, ἐνιαυτούς.

*αὖθι] τὸ “αὖι” ἐν Ἰλίῳ. οὐκ ἐν Αὐλίδι.

[*](A + B=)

329. τῷ δεκάτῳ δὲ πόλιν] διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι [*](A - B=) τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν” ; ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸ〈ν〉 ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν συναριθμεῖν δεῖ, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύ〈σ〉εσθαι. ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν, ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.

*τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

330. 〈κεῖνός θʼ〉 ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται] πρὸς τὸ [*](B=) “χθιζά τε καὶ πρώιζα” (303) καὶ τὸ “νῦν” φησι, καὶ τὸ “τε- λεῖται” ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε “νῦν γάρ κεν ἕλοις πόλιν.” §. ὀξυτονητέον δὲ τὴν νος διὰ τὸν τέ· οὕτως Ἀρίσταρ- [*](A B-) χος· ὁ δὲ Ἡρωδιανὸς ὡς “τὼς δέ σʼ ἀπεχθήρω” (Il. 3. 415).

[*](4. στίζειν ‖ 6. τετρηγότας ‖ 15. τὸ ε ‖ 16. supplevi ex B ‖ 26. ἐπέκεινα B: ἐπι΄ να (sic) ‖ 32. εἴπερ ὁ ὅ. B: εῖ τι ὁ ὄ.)
84

332. εἰς ὅ κεν] καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, οὐχ ὡς ἐν ἀρχῇ “ἢ ἐτεὸν Κάλχας μαντεύεται” (300).

[*](B=)

333. ὣς ἔφατ᾿, Ἀργεῖοι δὲ μέγ᾿ ἴαχον] “οἷόν γε πού᾿ στι γλῶττα κἀν- θρώπου λόγος” κατὰ Εὔπολιν (fr. 314 Kock)· ὃ μὲν γὰρ λέγων “φεύγωμεν” ἀναπτεροῖ, ὃ δὲ “μίμνωμεν” πείθει. ἃμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν.

μέγ᾿ ἴαχον] ἐπὶ μὲν τούτων “ἴαχον,” ἐπὶ δὲ Τρώων “κελάδησαν” (Il. 8. 542).

[*](B=)

μέγ᾿ ἴαχον] δεινῶς ἅμα καὶ εύπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξε- σιν ἐκφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.

*ἀμφὶ δὲ νῆες] ἀντὶ τοῦ πᾶσαι.

νῆες—κονάβησαν] ἴδιος ἦχος τῶν πεπληγότων ξύλων ὁ κόναβος.

337. ἦ δὴ παισίν] “παισίν,” οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύταις φρόνησις.

[*](B-)

ἀγοράασθε] τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι· ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἐπιτρίψει γὰρ [ταῦτα] μᾶλλον εἰς ἀναρχίαν τὸ πλῆθος, πῇ μὲν “σέ” λέγων “ἐθέλουσιν Ἀχαιοὶ—ἐλέγχιστον θέμεναι,” πῇ δὲ τῷ “οὐ νεμεσίζομʼ Ἀχαιούς.”

[*](A = B-)

339. πῇ δὴ συνθεσίαι τε] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ τὰ ὅρκια, σπονδαί τε καὶ δεξιαί; ἵνʼ ᾖ καὶ τὸ “βήσεται” ἀντὶ τοῦ ἔβησαν καὶ τὸ “γενοίατο” ἀντὶ τοῦ ἐγένοντο καὶ τὸ “ἐριδαίνομεν” 〈ἀντὶ〉 παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ “ἀγοράασθε” ἀντὶ τοῦ ἠγοράασθε.

[*](B=)

πῇ δὴ συνθεσίαι τε] ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων καὶ συνθηκῶν;

[*](B=)

βήσεται ἡμῖν] ἀπολελυμένως ἀναγνωστέον τὸ “ἡμῖνν.”

[*](B=)

340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν ὄνησις· ἀφανι- σθήσεται δὲ παντελῶς, εἰ λογομαχεῖν μόνον παρασκευάζουσι μηδὲν ἀνί- σχουσαι, τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλὰ γυμ- νότερον αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν. ὅσα γὰρ παρέδραμεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον· δεινῶς δὲ ἐλέγχει ὡς ἐνε- δρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν.

[*](B=)

*βουλαί] εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς “ἀνδρῶν.”

[*](AB =)

341. σπονδαί τʼ ἄκρητοι] ὅτι, ὅταν λέγῃ “κρητῆρι δὲ οἶνον [*](1. λ. π. τὸν λόγον ‖ 3. γλῶσσα ‖ 17. μ. ἐ λ. ‖ 20. καὶ δ. scripsi: αἱ ‖ 28. οὐδἐν)

85
μίσγον᾿ (Il. 3. 269), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλὰ τὸ “τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον.ʼ

342. οὐδέ τι μῆχος εὑρέμεναι] καὶ Ὀδυσσεὺς “αἰσχρόν τοι δηρόν 〈τε〉 μένειν” (298).

344. Ἀτρείδη, σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ [*](AB=) τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.

σὺ δ᾿ ἔθ᾿ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν] ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν.

345. ἄρχευʼ Ἀργείοισιν] καταπλήττει διὰ τούτων τὸ πλῆθος.

[*](B =)

346. τούσδε δʼ ἔα] ὑφʼ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικ- [*](A + B=) τικά ἐστιν.

*ἕνα] τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς ἄλλους [*](B=) εὐέλπιδας ποιεῖ.

τοί κεν Ἀχαιῶν] “Ἀχαιῶν,” οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν αὐτῶν [*](B=) κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.

347. ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] οὐδὲν ἀνύσουσι πρὸς τὸν [*](A ~ B +) ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων “τλῆτε φίλοι.”

349. εἴτε ψεῦδος ὑπόσχεσις] ἀντὶ τοῦ ψευδής.

εἶτε ψεῦδος ὑπόσχεσις] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλοῦν- [*](AB=) ται, τὰ πρὸς τὴν σημασίαν φερόμενα. §. ψεῦδος τὸ ἐπάγγελμα.

[*](AB=)

350. φημὶ γὰρ οὖν] οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς [*](B +) δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλήθει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν θεῶν προβάλλεται· διὸ ὃ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται.

φημὶ γὰρ οὖν] τελειότερον ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα [*](B=) φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς, “ὑπερμενέα Κρονίωνα—ἀστράπτων,” ἀντὶ τοῦ ἀστράπτοντα.

353. ἀστράπτων] ὅτι οὐ καταλλήλως· ἔδει γὰρ ἀστράπτοντα καὶ [*](A = B +) φαίνοντα. §. βραχὺ δὲ διασταλτέον ἐν τῷ “ἐπιδέξι΄.ʼʼ ἀσύνδετος 〈γὰρ〉 AB= ὁ λόγος λείποντος τοῦ καί.

*ἐκιδέξι᾿] ἐπιδέξια, ὡς “ἐνδέξια πᾶσιν” (Il. 1. 597).

ἐναίσιμα] λείπει ὁ καί· καὶ ἐναίσιμα σήματα φαίνοντα.

[*](1. τὸν τ. ‖ 14. αὐτῶν κ. αὐτῶν π. ‖ 19. εἶτα ‖ 28. ἀστράπτων :— ‖ 34. repetitur *ἐναίσιμα] λείπει ὁ καὶ et * φαίνων] φαίνοντα)
86
[*](B+)