Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ “νεαροί,” τὸ δὲ τῷ “ χῆραι.” σἳ μὲν εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἳ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεν〈ν〉ές, ὡς οὐ διὰ τὴν ὑπερτέλειον τῶν πολεμ〈ί〉ων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.

291. *ἀναγκαίως ἐνδίδωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα [*](B=) χαρήσονται.

〈πόνος ἐστίν〉] πολὺς μὲν οὖν ἐστιν ὁ πόνος, ὥστε λοιπὸν ἀκηδιάσαντα ἀνιᾶσθαι· ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. [*](1. Ὀδυσσεὺς δέ B: ὁπότε ‖ ἵει B: εἴη 3. ἤδη B: ἣ ἀλλ᾿ legi ‖ 11. τῷ B: τό ‖ 15. κἀκείνῳ ‖ 16. κόρη ‖ 23. πορευθησόμενος ‖ 34. ἀ. ἀνιᾶσθαι B: ἀ. τινὰ νεῖσθαι)

81
δυνάμεως δὲ ῥητορικῆς ἀπὸ τοῦ αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς.

292. καὶ γὰρ τίς θʼ ἕνα μῆνα] ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυγῆς [*](B +) τῇ συγγνώμῃ· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὥν ἡμάρτομεν ἀπὸ- λογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις τοῦ μένειν αὐτούς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆναι διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει “αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι” (298).

293. ὅνπερ ἄελλαι] τὸ δυσχερὲς 〈τῆς〉 ἀνακομιδῆς πρὸ ὀφθαλμῶν [*](B +) αὐτοῖς ἄγει.

295. περιτροπέων ἐνιαυτός] τροπὰς λαμβάνων, τουτέστι συμ- [*](B=) πληρούμενος.

296. ἐνθάδε μιμνόντεσσι] ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ [*](B=) παρῆν αὐτῷ φάναι καὶ τὸ μαρναμένοισιν.

298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι] ἀνιαρὸν τὸ [*](B +) χωρίζεσθαι τῶν οἴκοι καὶ ἄπρακτον ὑποστρέψαι.

*δηρόν] ἐπὶ πολὺν χρόνον.

299. * τλῆτε, φίλοι] μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς [*](B=) αὐτοὺς τὸν λόγον καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ.

300. *ἤ] ἀντὶ τοῦ εἰ, ὡς τὸ “ἢ καὶ ἐμὸν δόρυ μαίνεται” (Il. 8. 111).

ἢ ἐτεὸν Κάλχας] δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος [*](B +) Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, Ποσειδῶν καὶ Ἀθηνᾶ καθʼ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος, στρατός τε ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοσημίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς.

302. 〈μάρτυροι,〉 σὓς μὴ κῆρες ἔβαν] “κῆρες” ἐπὶ τοῦ λοιμοῦ. [*](AB=) §. Ζηνόδοτος “μάρτυρες,” Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρ- [*](A + B=) τυρος.

303. *χθιζά τε] τὸν τοσοῦτον χρόνον “χθιζά” φησιν, ὅπως τὸν [*](A ~ B=) προσδοκώμενον 〈ὡς μηδὲν ἡγήσωνται〉.

304. * δεῖ οὖν ἀναπληρῶσαι τὸν σκοπόν.

305. ἀμφὶ περὶ κρήνην] οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ [*](B =) τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανεν. [*](4. ἥμαρτον ‖ 6. αὐτοὺς B: αὐτοῖς ‖ 13. ἀπράκτως coni. W ‖ 31. προσ- δοκώμενον :— supplevi ex B)

82
πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυσιῶν ἔν τε ἱερῷ γέγονεν.

[*](AB-)

307. καλῇ ὑπὸ πλατανίστῳ] μόνον οὐχὶ χρώμασιν ἡμῖν τὸν λόγον ἐσήμανεν· καὶ Πλάτων Φαίδρῳ πλάτανον καὶ τὸ παραρρέον ὕδωρ φησίν (230 b)· διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν.

308. *σῆμα] ὧδε ἡ στιγμή.

[*](A - B=)

μέγα σῆμα. δράκων] ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφʼ ὕψους κεῖσθαι τὴν νεοσσιάν, τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετήλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν διʼ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παντελῶς ἠφανί- σθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις ἢ τὸ δυσδιεξόδευτον τῶν νόστων ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν—οὐ γὰρ ἠμύ- ναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες—ἢ ὅτι εἰς λίθους περι- [*](A B=) στήσεται τοῦ πολέμου τὸ τέλος. §. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιάν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ.

309. * σμερδαλέος] καταπληκτικός, φοβερός.

*φόωσδε] ἐς φανερόν.

310. * ὄρουσεν] ἀνώρμησεν.

[*](AB=)

312. πετάλοις ὑποπεπτηῶτες] ὑφʼ ἕν· τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν.

[*](B=)

314. ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε] ἐπὶ δὲ λύκων “οἴ τʼ ἔλαφον κε- ραὸν μέγαν οὔρεσι δῃώσαντες” (Il. 16. 158)· ἐπὶ δὲ λεόντων “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18. 583), ὥσπερ ἐπαναβαίνων ταῖς λέξεσιν.

[*](B=)

316. ἐλελιξάμενος] ἐπιστραφείς. οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς [*](13. ἀγῶνα B: ἐναγώνιον ‖ 15. περιλειφθῆνοι B: τέρας ἀφεθῆναι ‖ 20. πτηναί ‖ 23. τὸ ἓν B; τὸ ἓν τὸ ‖ 30, λέοντος)

83
τὴν μαντείαν· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλʼ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες.

πτερύγος] παροξυτόνως· καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως ὡς [*](A=) δέτιδος· ἀλλʼ ἐπειδὴ οὕτω δοκεῖ τονίζειν τῷ Ἀριστάρχῳ, πειθώμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ.

ἀμφιαχυῖαν] τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ τετριγῶτας.

[*](B=)