Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

260. μηδʼ ἔτι Τηλεμάχοιο] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ [*](AB +) παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. προοικονομεῖ δὲ τὰ περὶ τὴν Ὀδύσσειαν.

[*](6. ἔχει ‖ 18. διάβραχυς ‖ 19. σφ B: σ φησιν (breviatum) ‖ 21. εὶ καί τις ἀ. ‖ 21–23. post 25 scripta ‖ 22. Σινωπητικὴ ‖ 29. τέγεται ‖ 32. ἀπόλυτο ‖ supra λαβών v. 261 add.* pr. ἐκλαβών)
78

*φίλα] ἴδια.

[*](B+)

262. αἰδῶ] ἢ τὴν τοῦ σώματος ἢ τὴν τοῦ μορίου.

μέχρι παρʼ αἰδῶ] ἀντὶ τοῦ μορίου.

[*](AB=)

τρία ῥητορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποίνης” (Il. 18. 498)· πανηγυρικὸν ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς τὸ “ὦ μάκαρ Ἀτρείδ,η” (Il. 3. 182), “ ⌈οἰνοβαρὲς⌋ κυνὸς ὄμματ᾿ ἔχων” (Il. 1. 225).

[*](A=B+)

264. *πεπληγώς] ἀντὶ τοῦ πλήσσων.

[*](B=)

265. ὣς ἄῤ ἔφη, σκήπτρῳ δέ] πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ; ἀλλʼ οὐχ ἃ ἠπείλησεν 〈ἐτέλεσεν〉, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μείζοσιν αἰκισ〈θή〉εται πληγαῖς· ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως οἱ πολλοὶ ἕξουσι τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας οὐ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν· ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ χρη- μάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείῳ πληγῇ καὶ μεθʼ ὅρκων ἀπειλῇ.

[*](B=)

266. *ἰδνώθη] ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν.

[*](B=)

θαλερὸν δέ οἱ] ἔνικμον, ἀπὸ τῶν φυτῶν. §. τινὲς δὲ γράφουσιν [*](A+B=) “ἔκφυγε δάκρυ” διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν.

[*](B+)

267. *σμῶδιγξ] τὸ ἐκ πληγῆς οἴδημα.

[*](A-B=)

ἐξυπανέστη] ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλαβεν ὡς ἐν τῷ “ὑπεξανα〈δύς〉” (Il.13.352). καὶ διὰ μὲντῆς “ὑπό” τὴν κάτωθεν, διὰ δὲ τῆς “ἔξ” τὴν εἰς εὐθύ, διὰ δὲ τῆς “ἀνά” τὴν εἰς ὕψος σχέσιν· ἢ ὑποτρέχοντος τοῦ αἵματος ἔξω διῆρεν.

[*](B=)

268. ὃ δʼ ἂρ ἕζετο] ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ “ἧσαι ὀνειδίζων” (255).

[*](A + B =)

269. *ἀχρεῖον] παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον.

[*](A + B=)

ἀχρεῖον ἰδών] ὀργιζομένου καὶ μὴ δυναμένουἀμύνασθαι τὸβλέμ〈μ〉α διαγράφει. ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ “ἀχρεῖον δʼ ἐγέ- λα〈σ〉σεν” (Od. 18. 163), ἢ τὸ πρόσωπον τοῖς δάκρυσιν ἀμορφώσας, [*](11. supplevi ex B ‖ 16. ἐ. ἄει ‖ 26. supplevi ex B)

79
“ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπʼ ὀμμάτων κλᾶον πρόσωπον καὶ δα- κρυρροοῦν ὁρᾶν” (adesp. 370 N.). ἄκρως δὲ τὸ εὐτελὲς τῶν θρασυ- δείλων κωμῳδεῖ.

270. οἱ δὲ καὶ ἀχνύμενοί περ] διὰ τὸν 〈τῶν〉 οἴκοι ἔρον. στασιάζον [*](A + B=) δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής.

271. *ἰδών] βλέπων.

272. δὴ μυρίʼ Ὀδυσσεύς] φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ τυ- φθέντες ὑπὸ Ὀ⌈δυσσέως⌋ οὐκ ἀποκρύπτουσι τὸν ἔπαινον.

ἦ δὴ μυρίʼ Ὀδυσσεύς] πῶς προειπὼν αὐ⌈τοὺς⌋ γεγελακέναι [*](B=) σπου⌈δαῖα⌋ καὶ οὐ γελοῖα παράγει ⌈λέ⌋γοντας: τάχα οὖν τοῖς ἐπὶ Θερσίτου περιῄρηται τὸ θρασὺ καὶ παρ⌈ρη⌋σιαστικὸν αὐτῶν Ὀδυσσεύς. ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου διὰ τοῦ “οὔ θην μιν πάλιν.”

273. βουλάς τʼ ἐξάρχων] Ἴων (63) “βουλὴ μὲν ἄρχι, χεὶρ δʼ [*](B-) ἐπ〈εξ〉εργάζεται.”

*κορύσσων] Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω.

275. *λωβητῆρα] τὸν ψεύστην ἢ τὸν λωβηθέντα.

ἔσχʼ ἀγοράων] ὡς συνεχῶς αὐτοῦ παρρησιαζομέ⌈νου⌋. §. “ἐπεσ- [*](B=) βόλονʼʼ δʼ ὡς ἐγχεσπάλον.

276. οὔ θην μιν πάλιν] τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ ἐν τῇ ποιήσει. §. τὸ δὲ “πάλιν” εἰς τὸ ὀπίσω, τὸ δὲ “αὖτις” χρονικόν. [*](AB=) §. σημειοῦνται δέ τινες καὶ τὸν πρὸ αὐτοῦ, “ὃς τὸν λωβητῆρα ἐπεσ- [*](B=) βόλον,” ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων.

278. ἀνὰ δʼ ὁ πτολίπορθος] οὕτως Ἀρίσταρχος· τινὲς δὲ χωρὶς τοῦ [*](AB=) ἄρθρου, κακῶς. §. προαναφωνεῖ τὴν πόρθησιν διʼ αὐτοῦ γενησο⌈μένην⌋.

[*](A+)

ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη] πρὸς τὸ σχῆμα· ψῆφον [*](B=) λαβὼν παρὰ τοῦ πλήθους τολμᾷ· παρῆλθε δὲ 〈καὶ〉 Ἀθηνᾶ πρὸς ἡσυ- χίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως ἡσύχασαν, σὓς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ τί δὲ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου ὄντος, ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ ὡς γέρων [*](4. supplevi ex B ‖ 11. περιήρηται B: παρῄρηται ‖ 18. αὐτοῦ B: αὐτὰς ‖ 27. παρ. δὲ B: παρελθεῖν ἡ δὲ)

80
βοᾶν οὐκ ἠδύνατο, Ὀδυσσεὺς δὲ “ὄπα τε μεγάλην ἐκ στήθεος ἵει” (Il. 3. 221)· διὰ τοῦτο ὃ μὲν ἔτι τεταραγμένων δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη ἡσυχίαν ἀγόντων.

279. παρὰ δὲ γλαυκῶπις Ἀθήνη] ἐπεὶ ἔδει κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι.

284. Ἀτρείδη, νῦν δή σε] ἐντέχνως πρὸς τὸν βασιλέα κατὰ τῶν [*](B=) Ἑλλήνων λέγει.

ἐθέλουσιν Ἀχαιοί] τὸ μὲν “ἐθέλουσιν,” ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαιρούμενοι. διασύρει δὲ ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν. εἰ γὰρ ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέ- [*](B=) ποιτο φεύγειν: ηὔξηται δὲ καὶ τῷ “πᾶσι βροτοῖσιν” ἀλλὰ μὴ Ἕλλησιν εἰπεῖν. §. ἐντέχνως δὲ πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλ- λήνων λέγει, ὡς συναχθόμενος αὐτῷ ὅτι καταλείπεται. πικρὸν γάρ ἐστι τὸ φάναι ‘ἐπονείδιστον ὦ Ἀχαιοὶ ποιήσετε τὸν βασιλέα,’ πικρὸν δὲ ἦν κἀκεῖνο πρὸς αὐτοὺς λέγειν “ὡς γὰρ νήπιοι παῖδες ἢ κόραι ἀποδύρεσθε.ʼ ἅμα δὲ καὶ ἐμφαίνει, ὅτι κατέχει αὐτοὺς ἐκείνου [*](B =) θέλοντος.

286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν] τοῦτο ἀνελεύθερον καὶ δου- λοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής· καὶ γοῦν Ἰδομενεύς φησιν “ ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα” (Il. 4. 267).

287. ἐνθάδʼ ἔτι στείχοντες] πορευθησόμενοι, ὡς “ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κι⌈ούσῃ⌋” (Od. 4. 736).

[*](AB=)

288. Ἴλιον ἐκπέρσαντι] πορθήσαντί σοι τὸ Ἴλιον συναπονέεσθαι.