Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

231. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν] ἐνταῦθα καὶ τῶν [*](B +) ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει τὴν χεῖρά φησιν.

232. * ἠὲ γυναῖκα] γυναῖκα ἀγάγω.

[*](2. πυριρραγῆ ‖ 6. ἕνωσις ‖ 10. σωφρονῆσαι ‖ 13. ἐπιμέμφεται ‖ 18. τοῦ ην ‖ 20. schol. cum praecedenti coniunctum)
76
[*](B=)

233. οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα] διὰ τὸν λοιμὸν καὶ τὴν ἀπό- [*](B=) στασιν᾿ Ἀχιλλέως. §. τὸ δὲ “ἀρχὸν ἐόντα” τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι τὸ “ Ἀχαιῶν.”

[*](A- B=)

235. ὦ πέπονες] ὁ πέπων καὶ ἡ πέπων κοινῶς καὶ τὰ πέπονα. παρόμοιον δὲ τὸ “ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1. 231)· γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν.

Ἀχαιίδες] παρονομασία, οἵα “οὐ Φίλιππος ἀλλὰ Φιλίππιον κεκρά- τηκε δὶς Ἑλλάδος.”

[*](AB=)

236. οἴκαδέ περ σὺν νηυσί] σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφʼ ὅ〈ν〉περ ὁρμήσαντες κατεσχέ- θησαν. καὶ διὰ τοῦ “νεώμεθα” τὸ “φεύγωμεν” ἰάσατο.

[*](A - B=)

237. *γέρα πεσσέμεν] κυβεύειν ἢ κατέχειν· “χόλον θυμαλγέα πέσσων” (Il. 9. 505).

238. *προσαμύνομεν] διὰ τὸ “οἵ με μέγα πλάζουσιν” (132).

[*](B=)

241. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆι χόλος] οὕτω τὴν χολήν. τοῦτο δὲ σρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας.

ἀλλὰ μεθήμων] ἔκλυτος· ἔνθεν καὶ μέθη.

[*](AB=)

243. ὣς φάτο νεικείων Ἀγαμέμνονα —Θερσίτης] μεθʼ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις.

[*](B=)

ὣς φάτο νεικείων] ὡς καὶ μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς. ἀναφέρει δὲ ἐπὶ τὰ “ὃν δʼ αὖ δήμου 〈τ〉 ἄνδρα ἴδοι” (198)· οὐκοῦν οὐ τῶν βασιλέων Θερσίτης· βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμν- νων. καὶ τὸν Ἀλεξάνδρου φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν.

[*](B +)

245. ἠνίπαπε] ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπεν ὡς ἠρύκακεν.

[*](AB=)

246. Θερσῖτʼ ἀκριτόμυθε] μετὰ εἰρωνείας, ὡς καὶ τὸ “λιγύς” οἳ δὲ “ἀκριτόμυθε” ἀντὶ τοῦ ἀμετροεπές, πρὸς κατάγνωσιν τῶν εἰρημένων.

[*](A-)

247. μηδʼ ἔθελε] ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ γὰρ “οὔδʼ ἔθελεν” (Il. 21. 366).

[*](B=)

μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι] καὶ τοῦτον ἐλέγχει καὶ τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος.

[*](B=)

248. χερειότερον] ὡς μειζονώτερον, βελτιώτερον.

[*](1. κσὶ γὰρ ἀποστασία ‖ 5. ὅμοιον δὲ B: παρὰ δὲ ‖ 11. ὅπερ ‖ 15. διἆ τὸ ‖ 31. οὔτε: corr. W ‖ 32. τῷ λοιπῷ)
77

250. ἀνὰ στόμʼ ἔχων] βασιλῆας ἀνὰ στόμα, διὰ συνεχοῦς μνήμης· [*](B=) ἢ ἀντὶ σκήπτρου τὸ στόμα ἀνέχων.

ἀνὰ στόμʼ ἔχων ἀγορεύοις] ὀνομάζοις, μή τι καὶ ὑβρίζοις.

[*](B=)

251. νόστον τε φυλάσσοις] τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρα- [*](B=) τηροῖς.

252. οὐδέ τι πω σάφα ἴδμεν] ὡς περιττοὶ οἱ ε΄ ἀθετοῦνται. ἔχουσι [*](A + B=) δέ τι καὶ ψευδές.

οὐδέ τι πω σάφα ἴδμεν] ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην [*](B=) λέγων πρὸς τοὺς Ἕλληνας ἀποτείνεται. μέσης γὰρ αὐτῷ δεῖ γνώμης, στοχαζομένῳ τοῦ πλήθους. φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπʼ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται.

254. τῷ νῦν Ἀτρείδῃ—ἧσαι ὀνειδίζων] ἀδήλου ὄντος τοῦ νόστου, [*](B=) σὺ τὸν βασιλέα ἐπισκώπτεις λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει.

255. ἧσαι ὀνειδίζων] τῶν γὰρ ἄλλων καθεσθέντων Θερσίτης μόνος [*](B=) ἀκοσμεῖ.

ὅτι οἱ μάλα πολλὰ διδοῦσι] τὸ “ὅτι οἱ” ἐν μιᾷ ὀξείᾳ προενεκ- [*](AB=) τέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἔνθʼ ἔσαν οἱ πέπλοι” (Od. 15. 105).

258. εἴ κʼ ἔτι σ᾿ ἀφραίνοντα] αἱ μὲν Ἀριστάρχου εἶχον “εἰ δέ τι [*](AB +) σε·” ἡ δὲ Σινωπικὴ εἶχε “ κιχήσομαι ὡς τὸ πάρος περ·” ἡ δὲ Μασ- σαλιωτικὴ “ὕστερον αὖτις·” ἡ δὲ κατὰ Φιλήμονα “ἐν Δαναοῖσιν.” κεχήσομαι] Πτολεμαῖος “κιχείομαι” γράφει.

υιχήσομαι ὥς νυ περ] ὅτι ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν.

259. μηκέτʼ ἔπειτʼ Ὀδυσῆι κάρη] πολέμιοι δειροτομοῦσιν· “ἵν᾿ [*](B=) ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι” (Il. 17. 126) καὶ “σὺν σφῇσιν κεφα- λῇσιν” (Il. 4. 162).

κάρη ὤμοισι] σὺν τῷ αὐχένι κάρη” λέγεται.