Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

142. τοῖσι δὲ θυμὸν—ὄρινεν] τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων.

[*](B=)

143. *μετὰ πληθύν] ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος.

[*](B=)

ὅσοι οὐ βουλῆς ἐπάκουσαν] τινὲς ᾔσθοντο τῆς γνώμης τοῦ Ἀγα- μέμνονος.

[*](7. εἶχε ‖ 14. πλέον αἱ νῆες ‖ 21. ἣ οἱ μηδὲν ‖ suppl. W ‖ 26. λήθονται)
69

144. *κινήθη] ὥρμησε.

[*](B=)

ὡς κύματα μακρά] ὑψηλά, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται [*](AB=) γὰρ ἄλλα ἐπʼ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης τῆς θα- λάττης.

διὰ τί προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις [*](B=) “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέε〈σ〉σιν” (75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς, οὔτε ἄλλος οὐδεὶς οὔτε Ὀδυσσεὺς τοῦτο ἐποίησε ταχέως, ἀλλʼ ὃ μὲν ἔστηκεν ἀπλῶς μόνον οὐχ ἁπτόμενος τῆς νηός, οἳ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι. καὶ ἡ Ἀθηνᾶ παραγίνεται ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατ- έχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε ἀταξίας αὐτῶν, ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· “κινήθη δʼ ἀγορὴ ὡς κύματα.” διὸ ὁ Ὀδυσσεὺς μετὰ Νέστορα συνέσει προὔχων ἵσταται μὴ καθέλ- κων τὴν ναῦ〈ν〉, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος 〈Νέστορος〉 πάντα πρᾶξαι τὰ διὰ τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἐλήλυθεν ἡ Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον καταστέλλεσθαι θόρυβον.

146. *ὤρορε] ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ· ὑπέρθεσις ἐγένετο τοῦ [*](AB=) χρόνου. §. “ἐπαΐξας” δέ, ἄνωθεν αἰγιδώδης πνεύσας. [*](B=) ὡς δʼ ὅτε κινήσει Ζέφυρος] πρὸς συμπλήρωσιν τῶν σταχύων [*](B=) πνέουσιν οἱ ζέφυροι. §. “λήιον” δὲ ἀντὶ τοῦ γήιον, ὡς μόγις μόλις.

*ἠπειρωτικὴ ἡ παραβολή, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάρα- [*](A + B=) χον, ἣ δὲ τὴν ὁμοθυμαδὸν ὁρμὴν 〈παρίστησιν〉.

148. ἐπί τʼ ἠμύει] ἠμύει τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξεν δὲ [*](AB=) μάχη—ἐγχείῃσιν” (Il. 13. 339)· ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσιν.

150. * νῆας ἐπʼ ἐσσεύοντο] οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλ〈ε〉ι- [*](A + B=) φόμεναι οὐκ ἀναστρέφονται, εἰ μὴ ἐπὶ τέλους κεῖνται ῥῆμα δη- λοῦσαι.

ποδῶν δʼ ὑπένερθε] ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ [*](B=) κόνις ἀνίστατο.

152. *ἅπτεσθαι] ἐπιλαμβάνεσθαι.

[*](A+B=)

153. *οὐρούς] ὅθεν ὀρούουσιν αἱ νῆες. τῷ δὲ χρόνῳ πολλὴ ἦν τις [*](B +) ὕλη περὶ αὐτούς.

[*](9. παραγίνεται B: παράγει ‖ 13. κῦμα ‖ 20. repetitur *ὤρορε] ἀπὸ τοῦ ὤρορεν ὑπερθέσει χρόνου et *ἐταΐξας κτλ. ‖ 23. ἠπειρώταις)
70
[*](A.B=)

ἀυτὴ δʼ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ηὔξησε τὴν ταραχήν, ἣν ἐλεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν (545).

[*](A + B=)

* 155. ὑπέρμορα] ὀνοματικὸν ἐπί〈ρ〉ρημα.

[*](B=)

νόστος ἐτύχθη] ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· “νόστου δὴ μνῆσαι” (Il. 10. 509) καὶ “νοστήσαντα ἄνακτα” (Il. 13. 38).

[*](B=)

156. εἰ μὴ Ἀθηναίην] εἰς τοσοῦτον προάγει τὰς περιπετείας, ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγικοῖς μηχανὰς εἰσηγήσατο.

[*](B=)

157. πόποι] καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβληται, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν ὅτι οὔτε μητρυιὰ πρόγονον μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται νοῦν ἔχοντες.

[*](B=)

160. Πριάμῳ καὶ Τρωσί] καλῶς οὐκ Ἀλεξάνδρῳ ἀλλὰ Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων.

161. Ἀργείην Ἑλένην] ἣν τὸ δίκαιον αὐτοῦ οἶδεν.

[*](B=)

163. ἀλλʼ ἴθι νῦν] οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία.

[*](AB=)

164. σοῖς δʼ ἀγανοῖς] προσηνέσι, πρᾴοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ θυμοῦ.

[*](B=)

165. ἀμφιελίσ〈σ〉ας] ἀμφοτέρωθεν στρεφομένας.

[*](B=)

169. εὗρεν ἔπειτʼ Ὀδυσῆα] ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, διʼ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ μετὰ τοῦ λόγον τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ.

[*](B=)

Διὶ μῆτιν ἀτάλαντον] εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα “Διὶ μῆτιν ἀτάλαντον” ἔλεγε καὶ “θεοῖς ἐνα- λίγκια μήδεʼ ἔχοντα.” πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἀνδρῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα;

[*](B=)

170. *οὐδʼ ὅ γε νηός] ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς.

ἐυσέλμοιο] σέλματα αἱ σανίδες, σελμίς τὸ σπαρτίον.

[*](B=)

171. ἐπεί μιν ἄχος] “μίν” ἀντὶ τοῦ αὐτόν. §. “ἄχος” δὲ ἡ [*](B=) ἄφωνος ἀνία, οἵαν ἔσχεν ἡ Νιόβη.

[*](B-)

173. διογενὲς Λαερτιάδη] τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητι- [*](19. δυναμένων 20. μαλλάσσειν ‖ 22. κεκέλευσθαι ‖ 30. post σπαρτίον add. κλητικῶς ὁμοιόπτωτον, cf. schol. 173 ‖ 31. αὐτοῦ 32. οἵαν B: οἷον)

71
κὸν προσαγορεύεται. ἔστι δὲ Λαέρτου τοῦ Ἀρκεισίου τοῦ Κι〈λ〉λέως τοῦ Κεφάλου τοῦ Ἕρμοῦ. ἐναρχόμενος δὲ τῶν πράξεων τοῦ ἀνδρὸς ὅσοις αὐτὸν κοσμεῖ ἐγκωμίοις.

*πολυμήχανε] τινὲς ταὐτὸν τὸ πολύτροπε.

175. φεύξεσθε] εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ φυγῇ· [*](B=) παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα τῷ ἥρωι δειλίας ἔγκλημα.

πολυκλήισι] τὰ ἔχοντα τὸ η εἰς ι μακροκατάληκτα ἐν τῇ συνθέσει [*](AB +) ἀναδίδωσι τὸν τόνον, οἷον μελάμψηφις μελά〈γ〉κρηπις· οὕτω καὶ τὸ πολύκληις.

πεσόντες] “πεσόντες,” οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου [*](AB=) φυγῆς.