Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

369. αἶψα δʼ ἐλεύσομαι] μέμνηται τοῦ “μίνυνθά περ” (356).

[*](A–)

371. κασίγνητος καὶ ὄπατρος] οὐ νόθος οὖν καθʼ Ὄμηρον ὁ Τεῦκρος· καὶ γὰρ “ὃ Ἴφιδάμαντα κασίγνητον καὶ ὄπατρον” (Il.11. 257)· φησὶ δὲ “ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν” (Il. 15. 439)· οὐκ ἄρχει δὲ ὡς μικρότερος· ἀθετεῖται οὖν τὸ “καί σε νόθον περ ἐόντα” (Il. 8. 284).

372. Πανδίων—φέρε—τόξα] ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ βαστάζει; §. τινὲς δὲ “τόξα” τὰ βέλη.

378. * πρῶτος] πρότερος τοῦ Τεύκρου.

[*](A+)

379. *Σαρπήδοντος] ὡς Χαλκώδοντος.

[*](1. ἐπῴχατο etiam textus ‖ 5. Αἴαντα Z. pr.: Αἴαντε supra add. sec. ‖ 11. πρότερον ‖ 20. ὁ ante κρ. ut textus: omisi ‖ 22. τὸ τοῖς B ‖ 23. stupplevi ex B ‖ 24. Διομήδους || 27. γὰρ ὅτι φἦμαντα κ. || 32, πρότερος scripsi: πρῶτος)
457

381. *ὅλος δακτυλικός.

[*](B=)

382. χείρεσσʼ ἀμφοτέρῃσιν ἔχοι] “ χειρί γε τῇ ἑτέρῃ ἔχοι·” “ἢ ὑπέλυσεν·” ἀλλʼ οὐκ εἶπε ‘βάλοι,ʼ ἀλλʼ “ἔχοι.”

χείρεσσʼ ἀμφοτέρῃσι] οὕτως αἱ Ἀριστάρχου· ἐν δὲ ταῖς κοιναῖς [*](A+) “ χειρί γε τῇ ἑτέρῃ.” §. ἄκρως δὲ τὸ “ἔχοι·” οὐ γὰρ ἔφη ‘ βάλοι [*](B=) ἀνήρ,ʼ καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις—ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύνατό τις, τοῦτον ῥηιδίως τῇ ἑτέρᾳ ἠφίει ὁ Αἴας—καὶ τὸ “οὐδὲ μάλʼ ἡβῶν” πρὸς ἐπίτασιν πλείονα ἔγ- κειται.

383. ὃ δʼ ἄρ᾿ ὑψόθεν] οὐ δοκεῖ μοι νῦν λέγειν, ὅτι ἀπὸ ὕψους [*](B–) βάλλει ἐν τῷ τείχει ὥν, ἀλλὰ μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιο- τέραν γενέσθαι τὴν πληγήν.

385. πάντʼ ἄμυδις] ἐμφαντικῶς ἅμα τῇ κυνῇ φησι συνέθλασε πάντα τὰ ὀστᾶ.

ἀρνευτῆρι] κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν, [*](A=) ὥσπερ τὸν ἀέρα κυρίττοντες· τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.

386. κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου] ὡς ἤδη ἐπιβεβηκώς· οἳ δέ, τοῦ [*](B–) ἀναχώματος.

λίπε δʼ ὀστέα θυμός] ἀντὶ τοῦ τὸ σῶμα.

λίπε δʼ ὀστέα θυμός] δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν γ΄ περὶ ψυχῆς· ὁ μὲν γὰρ Πλάτων (Tim. p. 73b) καὶ τοὺς δεσμοὺς αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι.

387. Τεῦκρος δὲ Γλαῦκον] πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας [*](B=) καὶ Τεῦκρος· τὰ γὰρ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο.

389. ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα] ἀρίστου τοξότου τὸ τὰ μὴ [*](B–) σκεπασθέντα βαλεῖν, ὡς Ἀλέξανδρος. τὸ δὲ ἑξῆς, ἰῷ ἐπεσσύμενον βάλε βραχίονα. §. τὸ δὲ “χάρμης” ἐξ ἀντιφράσεως.

390. ἄψ δʼ ἀπὸ τείχεος] προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν [*](B=) ἀναχωρεῖ.

ἵνα μή τις Ἀχαιῶν] ὅπως μὴ θράσους αἴτιος εἴη τοῖς πολεμίοις. [*](B=) §. τὸ δὲ “ἀθρήσειε” ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέως καἰ [*](A+) [*](2. χείρεσσʼ etiam textus ‖ 6. τοῦ μέτρου quod post ἐπίτασις repetierat expunxit pr. ‖ 7, 8. ἀφίησιν Αἵας B ‖ 12. τὴν τρῶσιν B ‖ 16. κυρίττοντες Eust.: ταράττοντες A, κηρύττοντες ‖ 23. ὁμοῦ, cf. Plat. l. c. ‖ 27. μὴ τὰ ‖ 28. βάλλειν B ‖ 30. προσηρεικὼς B: προσειρηκὼς)

458
τοῦ ρ ψιλοῦται, σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινο- μενον.

[*](B=)

392. ἄχος γένετο] ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν [*](A+B=) περίστασιν οὐκ ἐξάγειν, οὐ〈δὲ) παραμυθεῖσθαι ἐδύνατο. §. τὸ δὲ ἑξῆς, ἐπεὶ αὐτίκα ἐνόησε, παρέλκοντος τοῦ τέ συνδέσμου.

393. ὅμως δʼ οὐ λήθετο] ὁμοίως τῷ πρώτρ (378) ἦν· ἢ “ὁμῶς,” ὡς ἔχει τὸ “ἔνθα χʼ ὁμῶς προσέφη” (Od. 11. 565).

[*](A=)

394. ἀλλʼ ὅ γε Θεστορίδην] ἄδηλον, εἰ Κάλχαντός ἐστινἀδελφός· εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής.

395. νύξε] ἄδηλον ποῦ· ὁ δὲ Ἀριστοφίνης, ὡς ὑπερκύπτοντα κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν.

[*](B–)

ἐκ δʼ ἔσπασεν ἔγχος] δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος, ὡσὰν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει πῶς προσῇσαν, οὐ θαῦμα· εἶπε γὰρ ἤδη “ κρόσσας μὲν πύργων ἔρυον” (258). ἄλλως γὰρ ἀναβαίνειν ἀδύνατον.

[*](B=)

397. ἔπαλξιν ἑλών] 〈καθέλκει τὴν ἔπαλξιν〉 πρὸς τὸ 〈εἰσ〉πηδῆ- σαι· σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν 〈αὐτὸν〉 τὴν ἔπαλξιν· ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος.

398. ἣ δʼ ἔσπετο] ὡς ἐπὶ ἐμψύχου, ἵνα δηλώσῃ, ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. §. τὸ δὲ “διαμπερές” διηνεκῶς, δι᾿ ὅλου.

399. τεῖχος ἐγυμνώθη] ἔμφασις μεγέθους λίθου· τὸ δὲ “ἐγυμ- νώθη” ἀπεκοσμήθη.