Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. αὐτὸς δʼ Ἐν〈ν〉οσίγαιος] τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως [*](B–) τίθεται· ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· δ ὸ Ἀχελῷος μὶν “κρείων” (Il. 21. 194). αὐτὸς δὲ “εὐρυκρείων” (Il. 11. 751).

ἔχων—τρίαιναν] ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ μικτὰ 〈τὰ〉 ὕδατα· [*](Β –) ἢ ὅτι σεισμῶν εἴδη γ', χασματίαι βρασματίαι 〈καὶ κλιματίαι〉.

28. κύμασι πέμπε] εἰς κύματα, ὡς τὸ “ἦλθε δʼ ἐπὶ Κρήτε〈σ〉- σι” (Π. 4. 251).

29. *φιτρῶν καὶ λάων] οὕτως Ἀμαθούσιοι.

φιτρῶν καὶ λάων, τὰ θέσαν] ἐὰν στίξωμεν εἰς τὸ “πέμπε,ʼ [*](Α +) συνάγομεν τὸ ἑξῆς ἕως τοῦ “θέσαν·” ἐὰν δὲ εἰς τὸ “λάων,” 〈τὸ〉 “θέσαν” τῶν ἑξῆς ἐστιν.

λάων] λᾶς λαάων λάων, ὡς Αἰακιδάων.

τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὤσπερ συναχθό- [*](B=) μένος τῷ καμάτῳ τῶν Ἕλλήνων ἀναιρουμένων. §. ἃ μετὰ καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη· τινὲς δὲ διὰ τὴν Ἀχιλ- λέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμμψυχον. §. μογέοντες” οὖν ἀτυχοῦντες.

[*](B=)

30. * λεῖα δέ] “λεῖα” τὰ χωρία τοῦ τείχους. §. τὸ δὲ“ἐποίησεν” διὰ τοῦ ε.

33. ᾗ—πρόσθεν ἴεν] ψιλωτέον τὸ “ἴεν ” καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ [*](A+) τοῦ ὕδατος, ὡς τὸ “ἆσσον ἴεν πολυκάρπου ἀλωῆς” (Od. 24. 221)· ἐὰν δὲ δασέως “ἵεν,” ἐντὶ τοῦ ἵεσαν.

*ᾗ〈περ〉 πρόσθεν ἴεν—ὕδωρ] ὅπου πρώην ἐπορεύετο τὸ ὕδωρ.

35. τότε δʼ ἀμφὶ μάχη] προληπτικῶς—οὔπω γὰρ ἦσαν φθάσαντες εἰς αὐτο—ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ.

36. * ἐύδμητον] εὖ δεδομημένον.

κανάχιζε δὲ δούρατα] ἂν στίξωμεν εἰς τὸ “δούρατα,” λείπει [*](A+ B –) ἡ κατά, κατὰ τῶν πύργων. §. 〈“δούρατα” 〉 ἢ αἱ πύλαι ἢ οἱ φιτροί.

37. Διὸς μάστιγι δαμέντες] τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ “Διὸς [*](A+ B–) μάστιγι κακῇ” (Il. 13. 812). §. πολιορκοῦνται Ἑλένην θέλοντες, [*](B-) καὶ περὶ ἑαυτῶν κινδυνεύουσιν· Ἕκτωρ ἀντὶ τοῦ συμβουλεῦσαι παρακαλεῖ· προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα.

[*](1. ἐπὶ ex D: ὐπὸ 2. τοιοῦτον ἐπὶ B ‖ 8. καὶ β. B ‖ 6. supplevi ex B2 om. etiam Eust.: καὶ σεῦστα supplet sec. || 13. schol. praecedenti adhaeret ‖ λαάων scripsi: λάλων ‖ 14, 15. ὡς συναλγῶν τῷ κόπῳ B ‖ 25. σὐ λ. scripsi, οὐ καταλ. coni. W: καταλ. ‖ 31. Ἔκτωρ W: Νέστωρ)
436
[*](A+)

40. αὐτὰρ ὅ γʼ, ὡς τὸ πρόσθεν, ἐμάρνατο] ὑποστικτέον εἰς τὸ “πρόσθεν” τὸ δὲ “ἐμάρνατο” κοινόν.

μάρνατο ἶσος ἀέλλῃ] μέμνηται τῶν ἐπῶν ἐκείνων “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ, ὑπεραέι ἶσος ἀέλλῃ” (Il. 11. 297).

[*](B–)

41. ὡς δʼ ὅταν ἔν τε κύνεσσι] πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον· τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ συντείνει πρὸς τὸ εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή, οὐχ οἱ ἀκον- τίζοντες ἐπὶ τοῦτον κυνηγέται, ἀλλʼ ὡς ποιητικὸς κόσμος καλῶς ἔχει.

[*](Α–)

καὶ ἀνδράσι θηρευτῇσι] γράφεται καὶ “θηρητῆρσι·” τὴν γὰρ εὐθεῖαν θηρητήρ λέγει “θηρητὴρ ἐτύχησε” (Il. 15. 581).

42. βλεμεαίνων] ἐντεῦθεν τὸ ἀβλεμής, ἀόργητος καὶ ἀργός.

43. * πυργηδόν] πύργος ἡ κατὰ πλινθία διάταξις.

[*](A=)

44. ἀντίοι] “ἀντίον ἀίσσονται,” οὕτως Ἀρίσταρχος.

45. *κυδάλιμον] τὸ γαῦρον.

[*](A+)

46. *οὐδὲ φοβεῖται] οὐ φεύγει.

[*](B–)

ἀγηνορίη δέ μιν ἔκτα] καταχρηστικῶς ἐπὶ λέοντος· καὶ ἀλλαχοῦ “ἐή τε μιν ὤλεσεν ἀλκή” (Il. 16. 753)· διδάσκει οὖν. μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς τὸ ἄλογον θράσος Ἕκτορος.

[*](A+ B–)

49. ἰὼν ἐλίσσετο] στικτέον εἰς τὸ “εἴλίσσετο,” καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε. γὰρ παρεκάλεσεν Ἕκτωρ· καὶ ἔστι σύμφωνον τῷ“ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων” (47)· οἳ δὲ ‘παρε- κάλει,ʼ ὡσὰν κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως ἐφ’ ἣν προτρέπεται· διὸ καὶ “ἑταίρους” πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ τῶν ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνηται γὰρ καὶ τῶν Σαρπηδόνος λόγων “ ἀρχοὺς λι〈σ〉σομένῳ τηλεκλητῶν ἐπικούρων” (Il. 5. 491).

50. * τάφρον ἐποτρύνων διαβήμεναι] τὴν γέφυραν· αὐτὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται.

οὐδέ οἱ ἵπποι τόλμων] οἱ δʼ Ἀχιλλέως “ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι” (Il. 16. 380).

[*](B=)

52. ἀπὸ γὰρ δειδίσ〈σ〉ετο τάφρος] ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος.

[*](3. schol. praecedenti adhaeret 7. τὸν εἰκ. ‖ 8. ἀλλʼ ὡς π. κ. καλῶε W; ἀλλὰ π. κ. λοβῶν ut legit Eust. ‖ 11. τὸ scripsi: ὁ ‖ 12. πλινθίων ‖ 17. ἔν τε ‖ 20. τὸ ἐλίσετο)
437

ἀπὸ γὰρ δειδίσ〈σ〉ετο] τὸ ἀνέλπιστον τῆς διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν.

53. οὐ γὰρ ὑπερθορέειν] θπτέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, [*](B–) ἢ ὑπερθορόντας, εἴπερ ἦν σχεδόν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν εὐδιάβατος. ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ ἀμήχανον· καὶ ἔστι τὸ μὲν “οὐ γὰρ ὑπερθορέειν” ἐξήγησις τοῦ “εὐρεῖα,” τοῦ δὲ “οὔτε περῆσαι ῥηιδίη” τὸ ἐπιφερόμενον. περιττὴ δὲ ἡ κατασκευὴ τῆς ἀπαγγελίας· τὸ μὲν γὰρ 〈ἂν〉 κοινὸν ἦν “ἀπὸ γὰρ δειδίσσετο τάφρος, εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς καὶ τοὺς σκόλοπας·ʼ ὃ δὲ προὔταξε μὲν τὸ “εὐρεῖα,” ἐπαγαγὼν δὲ τὰ δύο, τὸ “ὑπερθορέειν” καὶ “περῆσαι,” ἀνταπέδωκε τὴν αἰτίαν τοῦ μηδὲ περᾶσαι δύνασθαι.

* οὐ γὰρ ὑπερθορέειν] πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος. λείπει δὲ 〈τὸ〉 ἦν.

54. κρημνοὶ γὰρ ἐπηρεφέες] τὰ ἀνενεχθέντα χώματα, ἀναχώ- ματα.

κρημνοὶ γὰρ—περὶ πᾶσαν] Ἀρίσταρχος “διὰ πᾶσαν.” §. τὸ δὲ [*](A=) “ἐπηρεφέες” κρεμάμενοι ἢ πυκνοί.