Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

328. * κῦδος] καὶ ἄφορτον καὶ ἀνεμέσητον.

329. οὐδὲ Γλαῦκος ἀπετράπετο] ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· [*](B=) ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.

330. Λυκίων μέγα ἔθνος ἄγοντε] πάλιν ἄλλῃ παρασκευῇ χρῆται, [*](B=) ὥστε νεώτερον τὸν ἀγῶνα φαίνεσθαι, προσεκτικοὺς ἡμᾶς ποιῶν. §. τὸ δὲ “ἄγοντε” δυικῶς.

332. τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν] ὅπου ἐτέτακτο. §. δῆλον οὖν ὡς [*](B=) ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φι- λοκτήτης, Πρωτεσίλαος, 〈ὁ〉 Ὀιλιάδης, Διώρης, Μέγης, Μενεσθεύς.

333. * πάπταινεν] ὡς συνετὸς προασφαλίζεται.

[*](B=)

εἴ τινʼ ἴδοιτο ἡγεμόνων] τὸ “ἡγεμόνων” ἄκρως προσέθηκεν, [*](B=) οἷς διʼ αἰδῶ ἀπαραίτητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος οἵους δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν εἰκὸς καὶ πλῆθος ἕπεσθαι.

336. Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα] οὐκ εἰκῆ τὸ “νέον·” χθὲς [*](A– B=) γὰρ ἐτρώθη ὑπὸ Ἕκτορος· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον. §. τὸ δὲ“ἑτάροισιν ἀμύναι” (334) πρὸς τὸ φιλόστοργον τοῦ [*](B+) βασιλέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν μαχομένων δέδοικεν.

337. ἀλλʼ οὔ πως οἱ ἔην βώσαντι γεγωνεῖν] ἀλλʼ οὐκ ἦν αὐτῷ [*](B=) ἐγγύθεν βοήσαντι ἀκουσθῆναι· ἐντεῦθεν οὖν ἐδέησεν ἀγγέλου.

γεγωνεῖν] πιθανὸν μὲν τὸ περισπᾶν τὸ “ γεγωνεῖν” παρὰ τῷ ποιητῇ· διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπωμένως.

339. βαλλομένων σακέων τε καὶ—τρυφαλειῶν καὶ πυλέων] ἔμ- φασιν ἔχει ἡ 〈ὁ〉μοιοκαταληξία τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ “πυλέων.”

340. πάσας γὰρ ἐπῴχετο] πᾶσαι κεκλιμέναι ᾖσαν παρὰ τὸν [*](B—) ὀχῆα, ἀντὶ τοῦ πᾶσα ἡ πύλη· οἳ δέ, ἐπὶ πάσας ἤρχοντο οἱ πολέμιοι.

[*](4. supplevi ex B ‖ 6. ἡ μοῖρα B: ἡ ἡμέρα ‖ supplevi ex B ‖ 12. an δεινότε- ρον τ. ? ‖ προσεκτικωτέρους B ‖ 17. προασφαλίζεται B: προσασφαλίζεται ‖ 23. γὰρ ante οὖν quod scripserat expunxit pr. ‖ 27. ἐγγύθεν B: ἐγγύθι)
456

ἐπῴχατο] ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο.

[*](B=)

342. αἶψα δʼ 〈ἐπʼ〉 Αἴαντα] φίλος γὰρ ὡς Σαλαμίνιος· εἶτα ἐπάγει “ἀμφοτέρω μὲν μᾶλλον” (344). ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.

[*](A+)

*Αἴαντα] Ζηνόδοτος “Αἴαντε.”

[*](A–)

κήρυκα Θοώτην] οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν.

345. *ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος] ἵνʼ ὡς περὶ κοινοῦ ἀγωνίσωνται.

[*](A+)

346. * ὧδε] ἀντὶ τοῦ οὕτως, ἐστι λίαν.

347. *ζαχρηεῖς] παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς.

348. εἰ δέ σφιν καὶ κεῖθι] σαφὲς ἐνθάδε γέγονε πότερον τῶν Αἰάντων [*](A=) ἔλεγε “θέων Αἴαντε κάλε〈σ〉σον” (343). §. γράφεται καὶ “κἀκεῖθι.”

[*](A=)

350. καί οἱ Τεῦκρος] ἀθετεῖται· εἵπετο γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος. εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε τῶν λεγομένων ὁ Τεῦκρος.

352. βῆ δὲ θέειν] ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ “εἶθαρ δὲ προσηύδα” (353).

[*](B=)

356. μίνυνθά περ ἀντιάσητον] “μίνυνθα” δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.

[*](A+)

359. * ὧδὲ γάρ] Ζηνόδοτος “κεῖσε γάρ” γράφει.

[*](B+)

366. σὺ καὶ κρατερὸς Λυκομήδης] θαυμαστῶς ἐφʼ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ.

[*](B=)

367. Δαναοὺς ὀτρύνετον] οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλ〈λ〉εσθαι. §. τὸ δὲ “κρατερός” (366) τρὸς κολα- κείαν τοῦ Λυκομήδους εἶπεν.