Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

265. *κελευτιόωντο] τί; “ὦ φίίλοι” (269).

267. ἄλλον μειλιχίοις] κατʼ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν [*](B=) ἄλλοις· “ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη” (II.2. 188)· “ὃν δʼ αὖ δήμου ἄνδρα (ib. 198).

στερεοῖς ἐπέεσσιν] ἔοικε τῷ “μειλιχίοις” ὑπακούεσθαι τὸ ἐκο- [*](B-) λάκευον, ὡς 〈ἐν τῷ〉 “ἔδουσί τε πίονα μῆλα οἶνόν τʼἔξαιτον (319) λείπει ‘πίνουσιν·ʼ “δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος—ὀιστῷ” (Od. 8. 229)· “ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι” (Il. 10. 407); “Κυκλώπων δʼ ἐς γαῖαν ιλεύ〈σ〉σομεν—αὐτῶν τε φθογγήν” (Od. 9. 166).

269. ὦ φίλοι] πρὸς πάντας τοῦτό φησιν· “πάντας κυδαίνων” (lI. 10. 69).

270. ὅς τε χερειότερος] πάντες γὰρ νῦν χρήσιμοι ἀπὸ τοῦ τείχους [*](B=) ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν.

271. νῦν ἔπλετο ἔργον ἅπασιν] “ἔργον” ὁ κίνδυνος.

272. καὶ δʼ αὐτοὶ τόδε—γινώσκετε] διὰ τοῦ ἰδίου συνειδότος [*](B=) ἕκαστον δυσωπεῖ, ἰδίᾳ δὲ ἕκαστον εἰς ἔννοιαν τῶν κινδύνων ἄγει.

274. πρόσω ἵεσθε] τῇ ψυχῇ αὐτοῖς σώμασιν.

276. νῖκος ἀπωσαμένους] Ἀρίσταρχος διὰ μόνου τοῦ ι, οἷον τὸ [*](AB=) νἱκημα, τὴν ἧτταν.

δίεσθαι] προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ δίν [*](A+ B=) καὶ δίημι. περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι προσδοκᾶν τοὺς πολεμίους.

277. προβοῶντε] τινὲς “προβάοντε,” προβαίνοντε.

278. τῶν δ᾿, ὥστε νιφάδες] μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι [*](A B=) “νιφάδες δʼ ως πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής” (156). ἐκεῖ μὲν [*](2. νῦν πάνυ: corr. || 3. θέσθαι B ‖ 12. ὑπακουόμενον ‖ 23. γινώσκεται ‖ 24. ἴδια ‖ 26. νῖκος etiam textus ‖ Ἡρωδιανὸς διὰ B ‖ 26, 27. τὴς νίκης τήν A(?) ‖ 27. iteratur * νῖκος] τὸ νίκημα ‖ 28. προπαροξυντέον B)

452
οὖν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν 〈καὶ〉 πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.

τῶν δʼ, ὥστε νιφάδες] ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παρα- βολῇ· εἶπε γὰρ“νιφάδες δʼ ὣς πῖπτον ἔραζε” (156), νῦν δὲ ἐπεξεργάζε– ται τὴν εἰκόνα μεγαλοπρεπέστερον. §. εὐθὺς χειμέριον παρέλαβε τὴν B. ἡμέραν· γίνονται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλʼ οὐ πυκναί. εἶτα “ὅτε τʼ ὤρετο μητίετα Ζεὺς νιφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·” εἰ μὲν γὰρ ἐνδείξασθαι τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ καταλείπεται τοῦ νιφετοῦ; εἶτα καὶ νηνεμίαν παρέλαβε πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα· εἶτα καὶ τῇ τάξει καλῶς ἐχρήσατο —πρῶτον γὰρ τὰ ὄρη νίφεται, ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμα- λώτερα—ἐναργῶς δὲ καὶ ἀνακοπτομένη〈ν〉 τῇ χιόνι τὴν τοῦ κύματος ἐπιφορὰν δείκνυσι, τῇ δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα.

[*](A=)

281. χέει ἔμπεδον] “ χέει ἔμπεδον,” οὕτως αἱ Ἀριστάρχου· ἡ 〈δὲ〉 Μασσαλιωτικὴ “χέει ἄσπετον.”

283. λωτεῦντα] ποτέ, οὐκ ἐν τῇ χιόνι.

[*](A–)

λωτεῦντα] 〈“λωτοῦντα”〉 οὕτως αἱ Ἀριστάρχου. 〈“λωτεῦντα” δὲ〉 καὶ ἡ Μασσαλιωτική.

[*](A– B=)

285. προσπλάζον ἐρύκεται] ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα· ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται.

* προσπλάζον] προσκροτοῦν.

[*](A+)

286. εἰλύαται] οἳ μὲν προπερισπῶσιν 〈“εἰλῦται”〉 τοῦ εἰλύαται συναλ〈ο〉ιφὴν ἐκδεχόμενοι, οἳ δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ [*](A+) εἴλυμι, τινὲς δὲ διῃρημένως “εἰλύαται.” §. τὸ δὲ “καθύπερθε” πρὸς ἄμφω δύναται συντάσσεσθαι. §. ‘Διὸς ὄμβρονʼ δὲ τὸν χιονισμόν [*](A~) φησιν· ἄμφω γὰρ ἀπὸ Διὸς γίνεται.

287. λίθοι πωτῶντο] ἐμφαντικῶς. καὶ “βέλεα ῥέον” (159) ἀλλαχοῦ φησιν· ἢ βελῶν μὲν ῥύσιν ἔφη—ἐπιμήκης γὰρ ἡ φορὰ τῶν βελῶν—πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πώ〈τη〉μα καὶ οὐκ ἐπίμηκες 〈ἔχει〉 ὁ λίθος.

[*](B=)

289. τὸ δὲ τεῖχος ὑπὲρ πᾶν] ἀπὸ γῆς ἕως ἄνω. τό δε ἑξῆς, ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν. §. τὸ δὲ “βαλ- λομένων” ἀντὶ τοῦ βαλλόντων· τὸ δὲ ἑξῆς, ὣς τῶν βαλλομένων.

[*](2. supplevi ex A B ‖ πρὸς om. B ‖ 7. ᾤετο || 13. suppl. Bekker ‖ 15. ἔ. χέει ἔ. A: χεῖ 16. suppl. Villoison ‖ 18. 〈λωτοῦντα〉 supplevi ex A Eust. ‖ Ἀρίσταρχος A Eust. ‖ 18, 19. supplevi ex Eust. ‖ 20. ἐρύκε- ται τ. B || 22. προσπελάζον ‖ 23. εἰλύαται etiam textus ‖ 30. πτῶμα coni. W)
453

292. εἰ μὴ—υἱὸν ἑὸν—Ζεὺς ὦρσεν] οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ [*](B=) δέ μοι τὸ τοῦ Σαρπηδόνος οὐ μάτην παρειλῆφθαι, ἀλλʼ ἵνα καὶ μέγα χαρίσηται Πατρόκλῳ. §. Ἡσίοδος δὲ Εὐρώπης καὶ Διὸς αὐτόν φησιν.

293. λέονθʼ ὣς βουσίν] ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα ‘ὡς ἐπὶ βουσὶ λέοντα,ʼ ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος “βῆ ῥʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος” (299).

295. ἐξήλατον] δασυντέον τὸ “ἑξήλατον·” ἓξ ἀριθμόν. §. τὸ δὲ [*](A+) ἐξῆς, “ἐξήλατον χρνσε〈ί〉οις ῥάβδοισι,” εἶτα “ἔντοσθεν δέ·” ἄτοπον γὰρ τὸν χρυσὸν ἔσωθεν εἶναι.

ἐξήλατον] ἐξελασθεῖσαν, 〈ἢ〉 ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ ἔχει, ἐπεὶ [*](B–) ἡ Ἀχιλλέως πέντε (Il. 18. 481). ψιλοῖ οὖν ὁ Νικάνωρ καὶ τὴν ἔξωθεν ἔχουσαν ἔλασμα χαλκοῦ ἐξηγεῖται.

297. περὶ κύκλον] ἀπὸ τοῦ ἴτυος εἰς ἴτυν. §. προπαρασκευάζει δὲ [*](B=) ἀεὶ τοὺς ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν.

[*](B=)