Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

217. ἐκτελέεσθαι ὀίομαι] ἄμεινον τελειοῦν εἰς τὸ “ὀίομαι.”

[*](B+)

218. Τρωσὶν δʼ ὄρνις ἦλθε] καὶ μὴ Ἔλλησιν.

223. ὣς ἡμεῖς] ὥσπερ γὰρ κατʼ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ [*](B+) τῆς ἁρπαγῆς ὕστερον κακόν τι παθὼν ἀφῆκε τὴν ἄγραν.

ὥς ἡμεῖς] τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δράκοντι.

228. ὧδέ χʼ ὑποκρίναιτο] οὕτως ἂν ὑποκρίναιτο θεοπρόπος καὶ [*](A+B=) πειθοίατο αὐτῷ οἱ λαοί· ἤ, ὃς καὶ οἶδε καὶ ἀξιόπιστός ἐστιν· αὐτὸς δὲ ἔοικεν ἀπέχεσθαι τῆς ἐπιλύσεως ὁ Πολυδάμας. §. τὸ δὲ σημεῖον, ὅτι καὶ Ἕκτωρ τὸ στῆθος βληθήσεται (Il. 14. 412), καὶ ὅπως θαρσαλεώτεροι γένοιντο Ἕλληνες.

* ὑποκρίναιτο] ἀποκρίναιτο.

ὃς σάφα—εἰδείη τεράων] οἷον οὕτως ἂν μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ ἀλλʼ ἐξ ἐφόδου τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος.

231. οὐκέτʼ ἐμοὶ φίλα] φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ τὰ συμφέροντα λέγει τῷ πλήθει, §. περισσὸν δὲ τὸ “ἔτι.”

232. οἶσθα] οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ μοχθηρίας ἐστίν.

235. Ζηνὸς μὲν—λαθέσθαι] ἀμελῆσαι. εἰς ἄτοπον δὲ ἡ ἀπαγωγή. [*](B-) [*](7. βασιλεῖς B ‖ αὔξεται W: ἄρξεται ‖ 14. ὄφελες ‖ 16. ἐπἤλθε textus ‖ 18. δέ post ὕ. add. B παθὼν scripsi: προσλαβὼν ut B ‖ 20. ἂν ἀπεκρίνετο B 21. αὐτὸς scripsi: ἑαυτὸν ut B || 22. ἀποδέχεσθαι ut B ‖ ὁ ποιητής ut B || 23. ἐβλήθη || 26. οὕτως scripsi: οὗ || 32. ἡ εἰς ἄ. δ. ἀ.)

450
μέμνηται δὲ τῶν Ἴριδος λόγων (Il. 11. 200). οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ Διὸς γνώμην προτιμᾷ.

[*](B+)

237. τύνη δʼ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πεί- σεται, ὡς ὁ Ὀδυσσεύς (Il. 10. 274). §. τὸ δὲ“κείθεσθαι” (238) ἀντὶ τοῦ πιστεύειν.

[*](B=)

238. *τῶν] οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν.

239. εἴτʼ ἐπὶ δεξιὰ—εἴτʼ ἐπʼ ἀριστερά] τινὲς “δεξιά” τὰ νότια, “ἀριστερτά” τὰ βόρεια.

[*](B=)

243. εἷς οἰωνὸς ἄριστος] ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι.

ἀμύνεσθαι περὶ πάτρης] ἀμύνεσθαι τοὺς ἐχθροὺς ὑπὲρ πάτρης μφχομένονς.

[*](B=)

245. εἴ περ γάρ τʼ ἄλλοι 〈γε〉 περὶ κτεινώμεθα—σοὶ δʼ οὐ δέος] ἀποτρέπει τοὺς ἄλλους πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς δειλίαν τρέπων. §. τὸ δὲ “νηυσὶν ἐπʼ Ἀργείων” (246) Ζηνόδοτος [*](A=) “νηυσὶν ὑπʼ Ἀργείων” γράφει.

247. οὐ γάρ τοι κραδίη μενεδήιος] ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι.

[*](B=)

249. παρφάμενος ἐπέεσσιν] ἀναγκαίως καὶ τοῦτο. ὁ γὰρ τοῦσυμβου- λεύσαντος μὴ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πεισθέντος.

250. ὑπὸ δουρὶ τυπείς] εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ.

[*](B=)

253. ὦρσεν—ἀνέμοιο θύελλαν] ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι.

[*](A+ B–)

258. κρόσσας μὲν πύργων ἔρυον] “κρόσσας” τὰς πολεμικὰς κλίμακας· φησὶ γοῦν “κροσσάων ἐπέβαινον” (444)· λείπει δὲ ἡ κατά, κατὰ τῶν πύργων ἔρυον, ὡς “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 14. 488). [*](A+) §. Ἀρίσταρχος δὲ τὰς κλίμακας· Πορφύριος τοὺς προβεβλημένους τοῦ τείχους λίθους· πρὸς ὃ τὰ τῆς στιγμῆς.

[*](B=)

καὶ ἔρ〈ε〉ιπον ἐπάλξεις] καὶ κατέβαλον τὰς ἐπάλξεις πρὸς τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπʼ αὐτὰς Ἑλλήνων.

[*](A+ B=)

259. στήλας] τοὺς θεμελίους, παρὰ τὸ ἐπʼ αὐτῶν ἵστασθαι τὸ τεῖχος. οἳ δὲ τὰς ἀντηρίδας.

[*](3. 4. πείσεται W: πείθεται ‖ 10. διδάσκει B ‖ 13. περικτεινόμεθα ‖ 17. ἐνικήθησαν: corr. Bekker ‖ 20. μὴ ἀποσχ. W; μὴ ἀνασχ. B, ὡς ἀποσχ. || 21. οὕτως scripsi: σὐ ‖ 22. ἐνσπεισάμενος: corr, ‖ 25. αὐτὴυ γενέσθαι B || 28. δʼ post ὡς omisi || 31. πρὸς B: ἐπὶ ‖ 33. αὐτῶν B: αὐτοῖς)
451

262. οὐδέ νυ πω Δαναοί] οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν. [*](B=) πιθανῶς δὲ “νύ πω´” ἔδει γὰρ πρὸ τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνας τινὰς διαθέσθαι.

χάζοντο κελεύθου] τῆς ἐπὶ τὰς ναῦς φερούσης.

[*](B=)

263. φράξαντες ἐπάλξεις] τὰ διάκενα τῶν ἐπάλξεων φράξαντες [*](B=) τοῖς ὅπλοις. αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς λοιποῖς στρατιώταις, τὸ διάκενον δὲ αὐτῶν ταῖς ἀσπίσι προσαναπληροῦται.