Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

179. θεοὶ δʼ ἀκαχείατο] ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι [*](B=) οὐκ ἦν ταῦτα ἀρεστὰ θεοῖς, ἀλλὰ διενοοῦντο μὲν καὶ αὐτοὶ βοηθεῖν, ᾐδοῦντο δὲ Δία.

180. ἐπιτάρροθοι] ἡ ταρ πλεονάζει, ὡς ἐν τῷ ἀταρτηρός. ἡ δὲ [*](A=) μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων.

181. σὺν δʼ ἔβαλον Λαπίθαι] ἐπεὶ προεῖπεν “ Ἕκτορι γάρ ⌈οἰ⌋ [*](B=) θυμός” (174), τὸ μὲν εἰς ὕστερον ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκτοῦντας ποιεῖ τοὺς Ἕλληνας, ἕως ἂν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν Έτορα.

183. διὰ χαλκοπαρῄου] παραγωγῶς· οὐ πρόκειται γὰρ τὸ παρήιον.

189. κατὰ ζωκτῆρα τυχήσας] ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον. §. τὸ δὲ “αὐτοσχεδίην” (192) ἐπί〈ρ〉ρημα.

195. ὄφρʼ οἱ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα] καὶ τοῦτο [*](B=) ὑπὲρ παραμυθίας, ὅτι τὸ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ πλεονεκ- τῆσαν ἐν τῇ μάχῃ.

198. καὶ ἐμπρῆσαι πυρὶ νῆας] καὶ μὴν ἔδει διώκειν μᾶλλον· ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δεινότεροι ἂν εἶεν. ἀλλʼ ἐναγώνιός τε γίνεται ἡ ποίησις, καὶ αἱ ἀπειλαὶ αὐτοῦ “ ὡς πυρὶ νῆας ἐνι- πρήσω, κτείνω δὲ καὶ αὐτούς” (Il. 8 183).

199. οἵ ῥʼ ἔτι μερμήριζον] ἅμα τῇ ἐφόδῳ Ασίου ταῦτα γράφει· ἀλλʼ ἅμα πάντα λέγειν ἀδύνατον.

200. ὄρνις—ἐπῆλθε] “ὄρνις—ἦλθε” χωρὶς τῆς “ἐπί” αἱ Ἀρι- στάρχου· καὶ Ἀττικῶς ἐξέτεινε τὸ “ὄρνις.”

201. αἰετὸς ὑψιπετὴς ἐπʼ ἀριστερά] μέσος διῆλθεν, ἐπὶ τὰ [*](B=) ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν “λαὸν ἐέργων,” ἐν δεξιᾷ δὲ δηλονότι τὸ Ἑλληνικὸν στρατόπεδον ἔχων.

ἐπʼ ἀριστερὰ λαὸν ἐέργων] οἳ μὲν εἰς τὸ “ἀριστερά” στίζουσι [*](A+) καὶ τὸ “ἐέργων” ἀντὶ τοῦ κωλύων 〈λαμβάνουσιν〉, οἳ δὲ ὑφʼ ἓν “ἐπʼ ἀριστερὰ ἐέργων” ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ μέρη τὸν λαόν.

*ἐπʼ ἀριστερά] τὰ δυτικά.

202. φοινήεντα 〈δράκοντα〉] ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει.

[*](B=)

203. καὶ οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ τὸ “οὔπω, [*](B=) [*](2. ἀκαχείατο etiam textus ‖ 11. χαλκοπαρείου ‖ 13. τηφαὸν: corr. Bekker || 15. ὄφρα || 33. ἡμαγμένον B ‖ ἤσθιεν B)

448
[*](B=) οἷον ‘ καίτοι ἤδη λελωβημένος.ʼ §. καὶ τὸ “ἔτι ἀσπαίροντα” τὸν ἤδη κεκακωμένον παρίστησι καὶ τὸ “φοινήεντα” (202) πεφοινιγμένον [*](B=) ὑπὸ τοῦ ἰδίου αἵματος. §. τὸ δὲ “κόψε” (204) τὸ ταχὺ τῆς πληγῆς [*](A– B=) ἐσήμανεν. §. τὸ δὲ “ἰδνωθείς” (205) τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανεν· “ἐπικαμφθείς, ὥσ〈τε〉 τὸ ἰνίον αὐτοῦ δονηθῆναι.ʼ

[*](A+)

205. * ψιλωτέον τὸ “ἰδνωθείς.”

[*](B=)

206. μέσῳ δʼ ἐγκάββαλʼ ὁμίλῳ] τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς εἰς τὸ φανερὸν τοῦ τέλους ἠστόχησεν, οὕτω καὶ οἱ Τρῶες.

[*](B—)

207. πνοιῆς ἀνέμοιο] τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνη- θῆναι· καὶ ἡμεῖς οὖν “οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα” (225) τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι.

208. Τρῶες δʼ ἐρρίγησαν] πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπι- πέμπει νῦν οἰωνὸν ἀποτρέποντα τὰ τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ τοῦτο τῷ Ὁμήρῳ· τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ ἀναστῆσαι Ἀχιλλέα· ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς 〈δὲ〉 τὸ μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ· οὐ κρίνει δὲ Ἕλενος πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ μάντει.

Τρῶες δʼ ἐρρίγησαν] εἰκότως ἐκστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ τοιούτῳ καιρῷ φανὲν πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργὲς ἐδόκει σημεῖον εἶναι κρίσεως δεόμενον.

[*](A—)

ὅπως ἴδον αἰόλον ὄφιν] μείουρος ὁ στίχος· ἀκέφαλος “ἐπειδὴ νῇάς τε” (Il. 23. 2)· λαγαρός “τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παὶδε” (Il. 2. 731). οἳ δὲ“ὄ〈π〉φιν” φασίν· ἐμφαντικώτερον δὲ ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν “ὅπως ὄφιν αἰόλον εἶδον·’ τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶντος συλλαβάς.

211. ἀεὶ—μοὶ ἐπιπλήσσεις—ἐσθλὰ φραζομένῳ] προδιορθώσει χρῆται, εἰδὼς ἀπειθήσοντα· πρώην δὲ οὐχ οὕτω, διὰ τὸ κεχαρισμένα λέγειν. §. “ἐπιπλήσσει〈ς〉” δὲ ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. §. φασὶ δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος· Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς τὸν [*](1, τὸν ἔ. ‖ 8. εἰς τὸ φανερὸν τοῦ τέλους scripsi: ἐπὶ τὰ ξένα ἑαυτοῦ τέλος ‖ 14. ἐπιτρέποντα ‖ 17. ὅτε ante σὐ omisi ‖ 19. δερρίγησαν ‖ ἐπιστῆσαι ‖ φασὶ: corr. Bekker ‖ 20. ἐναργῶς: corr. W || 22. μείουρος A, μιουρος pr. || 23. λυγρὸς: corr. Bekker, cf. Ath. XIV 632 e || 24. παῖδε δύω ‖ sup- plevi ex Eust. || 30. suppl. Ludwich ex A|| π A: ψ)

449
Πρίαμον ἐπὶ τῷ διηγήσασθαι τὸν χρησμὸν καὶ οὕτως αὐτὸν ἐκεῖ μεῖναι.

212. οὐδὲ μὲν οὐδὲ ἔοικε] “μέν ἀντὶ τοῦ μήν. §. περισσὴ δὲ ἡ μία ἀπόφασις.

οὐδὲ ἔοικε δῆμον ἐόντα] προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, [*](B–) ὑπομαλάσσων αὐτόν· φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις πρὸς τοὺς βασιλέας. αὔξεται δὲ ἀρχὴ ὑπὸ χρηστῆς παραινέσεως.

213. παρὲξ ἀγορευέμεν] παρὰτὸ δέον, παρὰ τὸ κελευόμενον πράσσειν.

[*](A~B=)

215. νῦν δʼ αὖτʼ ἐξερέω] σοί· “νῦν” ἀντὶ τοῦ ‘οὐκ ἐν ἅπασιν·ʼ [*](B–) Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία πολλὴ τοῖς ἡγεμόσιν. πρὸς γοῦν τὸν Ἀγαμέμνονα Διομήδης φησὶν “ Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι” (Il. 9. 32), ὁ δὲ Ὀδυσσεὺς “οὐλέμεν᾿, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ” (Il. 14. 84).