Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

762. ὣς ἔον] τοιοῦτος.

εἴ ποτʼ ἔην γε] εἴ ποτε ἤμην· νῦν γὰρ οὐκέτι εἰμί.

αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται] καὶ ὁ Πάτροκλος ὡς ἂν μεγίστῳ διδασκάλῳ ἑπόμενος τῷ Νέστορι πρὸς Ἀχιλλέα φησὶν “αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται” (Il. 16. 31). §. δυσωπεῖ δὲ ὁ [*](B=) Νέστωρ ταῦτα λέγων, ὅτι ἔχων ἀρετὴν οὐ μεταδίδωσιν, οἷον ‘οὐ καταλείπει τοῖς εἰς ἔπειτα ζῆλον.ʼ

763. * ἀπονήσεται] ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται.

[*](A +)

ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι, ἐπεί κʼ ἀπὸ λαὸς ὄληται] [*](B=) καὶ αὐτὸν τὸν ἄγριον εἰς ἔλεον ἄξει τὸ γεγονός· οὐ παρακαλεῖ δέ· νεωστὶ γὰρ ἀπέβαλε τὰς παρακλήσεις.

765. μὲν σοί γε Μενοίτιος] καὶ Ὀδυσσεὺς μὲν ταῦτα ἔλεγεν ἐν [*](B -) ταῖς Λιταῖς “ἧ μὲν σοί γεπατὴρ ἐπετέλλετο Πηλεύς” (Il.9.252)· ἀλλʼ ὃ μὲν ἐν κεφαλαίοις, ὃ δὲ καὶ τοῦ καιροῦ καὶ τῶν προσώπων ὑπομιμνῄσκει. ὧδ’ ἐπέτελλεν] λείπει τὸ πολεμεῖν.

766. ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν] ὅτι δεῖ μᾶλλον Ἀχιλ- [*](1. ἀσπιδέος etiam textus ‖ ἐν supra add. pr. || 3. περιφεροῦς D, cf. A: ἐπιφεροῦς ‖ 16. ἀναμιμούμενος ut B ‖ 23. τίς σευ || 25. καταλείπων ‖ 30. ἐν om. B)

426
λέως αὐτὸν πείθεσθαι Ἀγαμέμνονι· ἡρέμα οὖν αὐτὸν διδάσκει, ὅτι σύμμαχος ἐφʼ ἑαυτοῦ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας Ἀχιλλέως.

[*](AB+)

767. νῶι δ〈έ〉τʼἔνδον] ἀθετοῦνται στίχοι ιθ'. πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει, ἐκεῖ δὲ “μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσιν” (Il. 9. 254); ὅτι, οὗ δέονται παρʼ αὐτοῦ, τούτου ὑπομιμνῄσκουσιν· ὁρᾷ γὰρ ὁ Νέστωρ, ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. πάλιν φασίν· διὰ τί Πηλεὺς οὐ φιλοφρονεῖται τοὺς περὶ Νέστορα καὶ Ὀδυσσέα ἥκοντας, ἀλλʼ Ἀχιλλεύς; σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον, νῦν δὲ ἀποδοκιμάζοντα. ὅτι δὲ καὶ Πηλεὺς ἐφιλοφρονή- σατο, δηλοῖ διὰ τοῦ “ὅς ποτʼ ἔμʼ εἰρόμενος μέγʼ ἐγήθεεν” (Il. 7. 127). 〈ὡς〉 καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον (Od. 3. 36)· ἠρκεῖτο δὲ ὡς ἡγεμὼν μόνος ἐπιτάσσεσθαι Ἀχιλλεύς· ἀλλὰ καὶ σύντροφος αὐτῷ Πάτροκλος. καὶ αὔξει νῦν τὸν Πάτροκλον, ὡς δεόμενος αὐτοῦ.

[*](B=)

* ἐν καιρῷ ἐδήλωσε τὰ τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς τοῦτο ἐκπέμπονται.

ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεύς] ἵνα μὴ ἀρνοῖτο Πάτροκλος. [*](A+) §. ἀθετοῦνται δὲ (767–85) ὡς ἐναντίοι τοῖς ἐν ταῖς Λιταῖς (Il. 9. 439 sqq.).

[*](B=)

769. Πηλῆος δʼ ἰκόμεσθα] ὁ “δέ” ἀντὶ τοῦ γάρ. εἰπὼν δὲ ὅτι τῶν παραινέσεων ἠκούσαμεν ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει· πῶς ἄρα καὶ ἤκουσαν; ὅτι κατὰ πρεσβείαν συμμαχίας ἀφιγμένοι.

770. λαὸν ἀγείροντες] πῶς οὖν ἡ Ἥρα φησὶ καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ” (Il. 4. 28); ὅτι διὰ τοῦ Νέστορος καὶ Ὀδυσσέως συνῆγεν· καὶ ἡ Ἀθηνᾶ γοῦν κατέχει τοὺς Ἕλληνας ἀποπλεῖν θέλοντας διὰ Ὀδυσσέως (Il. 2. 169).

772. γέρων δʼ ἱππηλάτα Πηλεὺς —μηρίʼ ἔκηε βοός] προσώποις καὶ τόποις καί σημείοις πίστιν καὶ ὑπόμνησιν τῶν λεχθέντων ποιεῖται.

[*](B=)

773. μηρί’ ἔκηε βοὸς Διὶ τερπικεραύνῳ] ἐπὶ τῶν θεῶν μαρτύρων συμμάχους ὑμᾶς παρειλήφαμεν, σὓς νῦν ἀδικεῖτε, φησί, τῆς συμ- μαχίας ἀφιστάμενοι.

[*](A+)

774. αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιφράγματι τῆς αὐλῆς· χόρτοι δὲ οἱ τριγχοί, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ “ σύγχορτα ναίω πεδία” (fr. 179 N.).

[*](15, 16. iterantur cum l. 14 ut in B coniuncta || 15. τε post καιρῷ schol. alt., δέ B || ὅτι οἱ etiam B: καὶ ὁποῖοι schol. alt. ‖ 16. ἐκπέμπονται etiam B: ἐπέμποντο schol. alt. || 17. ἐόντα ‖ 33. τριγχοί A: τροχαλοί D, τροχοί)
427

*ἐν χόρτῳ] ἐν ὑπαίθρῳ.

777. ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς] οὐ προπετὴς Ἀχιλλεὺς [*](B –) ἀλλὰ φιλόξενος· καὶ Πεισίστρατος τοὺς περὶ Τηλέμαχον εἰσάγει “ἀμφοτέρων δʼ ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτί” (Od. 3. 37).

778. κατὰ δʼ ἑδριάασθαι ἄνωγεν] ἔλεγχός ἐστι τῆς Ἀχιλλέως [*](B=) ὠμότητος, ἐπεὶ φιλοφρονησάμενος καὶ μεταδοὺς ξενίων περιορᾷ νῦν τοὺς ξένους ἀναιρουμένους. §. τὸ δὲ “σφὼ δὲ μάλʼ ἠθέλετον” (782) [*](A=) ἡ τοῦ Ζηνοδότου “ἠθελέτην.”

783. Πηλεὺς μὲν ᾧ παιδὶ—ἐπέτελλε] ἄνω(765)μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἧξε διήγημα ἐλέγχων. ἔστι γὰρ φιλοπάτωρ.

786. τέκνον ἐμόν] ὅσα ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα [*](B=) ποιεῖ τὸν Μενοίτιον ὑποτιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς ἐκτίθεται τὸν τοῦ Πηλέως λόγον· καὶ ἀμφότεροι δεόντως, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέγοντας ἀλλὰ τὸν πατέρα. §. ὑπέρτερον δὲ ἀεὶ τὸν ὑπερέχοντά φησιν· Ἴωνες [*](A+B=) δὲ τὸν νεώτερον.

γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς] γένει ὑπερέχει σου, καθὸ [*](A=) ἐκ θεᾶς ἐστιν.

787. πρεσβύτερος δὲ σὺ ἐσσί] ὥστε σε ἐκείνῳ οὐ δεῖ πείθεσθαι· [*](B–) τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν “διδασκέμεναι ” (Il. 9. 442), ὧδε δὲ “ὑποθέσθαι.”

789. ὃ δὲ πείσεται εἰς ἀγαθόν περ] καὶ ἐκεῖ “φιλοφροσύνη γὰρ ἀμείνων” (Il. 9. 256).

790. σὺ δὲ λήθεαι] εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, [*](B=) ὑπαγόμενος αὐτόν.

791. αἴ κε πίθηται] οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν, ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι.

792. τίς δʼ οἶδʼ, εἴ κεν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις] περιεῖλεν αὐτοῦ [*](B=) τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γάρ, φησί, καὶ τὸ δαιμόνιον συμβαλεῖται πρὸς τοῦτο.

793. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου] ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ, [*](7. σφῶ ‖ 15. repetitur γενεῇ μέν ὑπερτέρος] ὑπέρτερον—μετέωρον λέγουσιν || 16. νεώτερον ef. A: μετέωρον ut B ‖ 24. ἀμείνω πλέον ‖ 26. ἐπαγόμενος coni. Bekker, ἀπαγόμενος B ‖ post schol. 790 lemma ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιλλῆι( corr. Ἀχιλῆι) sine scholio lineola rubra subducta || 29. ὐρίνω)

428
ὡς τὸ “ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι” (Od. 3. 196)· ἀπὸ κοιν ῦ γὰρ τὸ “ἀγαθόν.ʼ §. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας.

[*](B=)