Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

722. ἔστι δέ τις ποταμὸς Μινυ〈ή〉ιος] τὸ πολύαρχον καινίζει [*](B=) τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀποκόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπʼ ἄλλης ἀρχῆς ἀναγ- κάζουσα.

ἔστι δέ τις ποταμός] ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς ⌈αἰ⌋γιαλὸν ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν.

723. ὅθι μείναμεν —ἱππῆες] ἤδη γὰρ ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι αυναριθμεῖσθαι.

726. ἱκόμεσθα—ῥόον Ἀλφειοῖο] δῆλον οὖν, ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ρλ΄ σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι.

727. ἱερὰ καλά] θαυμαστὰ καὶ οἰκεῖα αὐτῷ.

728. ταῦρόν τʼ Ἀλφειῷ] βίαιος γὰρ τοῖς κέρασιν ὁ ταῦρος καὶ [*](A~) τὴν γῆν ἀναβάλλων.

731. καὶ κατεκοιμήθημεν ἐπʼ ἔντεσιν] στρατιωτικὸν παράγγελμα [*](B-) ἐν τοῖς ὅπλοις καθεύδειν, ἐπεὶ καὶ Διομήδει ῥινὸς ὑπέστρωτο “βοὸς ἀγραύλοιο ” (Il. 10. 155).

[*](10. πρότερον B 11. ἀπείρους B ‖ 19. πρ. ἐξ ἀρχῆς B || 27. διὰ δειλίαν οὖς: corr. W ‖ 30. τʼ etiam textus || 32. ἐπʼ etiam textus)
424
[*](A =)

734. προπάροιθε] ἐπὶ χρόνου.

[*](AB=)

ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος] πρὶν τὸ ἄστυ ἀπολέσαι, μέγας αὐτοῖς ὁ κίνδυνος ὤφθη.

735. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης] καὶ τοῦτο τεκ- μήριον σφαιροειδῆ εἶναι τὸν κόσμον.

[*](A+)

ἠέλιος φαέθων ὑπερέσχεθε] ὅτι ἐξ ἰδίου προσώπου φησὶν “ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο” (Il. 7. 422).

736. συμφερόμεσθα μάχῃ] εἰς ταὐτὸν συνερχόμεθα· καὶ Ἡσίοδος “λιμὸς γὰρ—πάμπαν ἀεργῷ σύμφορος ἀνδρί” (Opp. 302).

[*](A=)

737. ἀλλʼ ὅτε δὴ—ἔπλετο νεῖκος] ὅτι ἐπὶ τῆς διὰ χειρῶν μάχης τὸ “νεῖκος.”

[*](B=)

738. πρῶτος ἐγὼν ἕλον ἄνδρα] ὅτι πάντα προθυμίᾳ κατορθοῦται, ὅπου, ἃ εἶρξεν ὁ πατήρ, ταῦτα 〈ἑ〉αυτῷ πεπόρισται παρὰ πολεμίων.

[*](B=)

741. ἢ τόσα φάρμακα ᾔδει] τοῦτο πρὸς αὔξησιν τῆς Νέστορος ἀρετῆς, εἴγ μηδὲ ἡ γυνὴ ἔσωσεν αὐτόν, φάρμακα εἰδυῖα πολλά.

ἥ τόσα φάρμακα ἤδει] ἐπεξεργάζεται διὰ τῆς ψυχαγωγίας κατέχων αὐτόν.

[*](A+)

Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή· αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο· καὶ συνῴκησεν Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέως τοῦ ἐξ Αἴθρας γενομένου τῷ Αἰγεῖ ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικομένου, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε παραγενομένῳ τῷ παιδί· μέλ- λοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα—ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν —τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς· οἰκήσασα δὲ αὕτη τὴν πλησίον Ἥλιδος Ἔφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆ- ναι. ἱστόρηται παρὰ Κράτητι.

744. Ἐπειοὶ ἔτρεσαν] τὸ αὐτὸ τῷ “λαοὶ δὲ περίτρεσαν” (676).

747. αὐτὰρ ἐγὼν ἐνόρουσα] πρὸς ἐρεθισμὸν Πατρόκλου ταῦτά φησιν.

748. πεντήκοντα δʼ ἕλον δίφρους] τῷ ἀπαρτίζοντι ἀριθμῷ χρῆται καὶ ἔμπροσθεν (678).

*ἀμφίς] ἀντὶ τοῦ περί.

[*](6. ὅτε ‖ 10. νεῖκος ἔπλετο ‖ 12. δʼ post πρῶτος omisi ‖ 13. supplevi ex B || 18. Αἰήτου μἐν Bekker: μἐν Αἰήτου || 20. Θησέα τὸν ut A D ‖ 21. γενόμενον ut A D || 22. ἀφικόμενον A ‖ 29. ἡ ἱστορία A D)
425

754. διʼ ἀσπιδέος] κυκλοτεροῦς—ὅταν γὰρ ἐν ἀναπεπταμένῳτόπῳ [*](A+ B-) ἐμεν, κυκλοτερῆ αὐτὸν ὁρῶμεν—ἢ ἐπιμήκους καὶ μακροῦ, ἢ πλατέος, ἢ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος, ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο, ἵνα τὸ πλῆθος αὐτῶν δηλώσῃ. δίχα δὲ τοῦ α ἔνιοι “σπιδέος.”

756. ὄφρʼ ἐπὶ Βουπρασίου] ἕως τῶν Ἤλιδος χωρίων· Βουπράσιον [*](A-) γὰρ καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος· ἡ δὲ Ὤλενία πέτρα τῆς αὐτῆς χώρας μεγίστη.

757. Ἀλεισίου—κολώνη] τινὲς Ἀλεισίου κολώνην τὸν τάφον τοῦ [*](A +) Ἀλεισίου· ἦν δὲ εἴς τῶν μνηστήρων Ἱπποδαμείας. ἀλλ’ οὐχ Ὁμηρικόν.

759. αὐτὰρ Ἀχαιοί] “Ἀχαιοί” οἱ Πύλιοι, ὡς Ἠλείων μὴ ὄντων Ἀχαιῶν· οὐ τοῦ λείου οὖν Πύλου ἦρχεν ὁ Νέστωρ, ἀλλὰ τοῦ τῆς Τριφυλίας.

αὐτὰρ Ἀχαιοί] ὅτι τοὺς μὲν Πυλίους Ἀχαιούς, τοὺς δὲ Ἠλείους [*](A B =) Ἐπειούς.

761. Νέστορί τʼ ἀνδρῶν] ὀνομαστὶ ἑαυτὸν λέγει, ἀπομιμούμενος [*](B=) τὴν φωνὴν τῶν ἐπαινούντων. ἅμα δὲ καὶ ἐμφαίνει Πατρόκλῳ, ὡς καὶ αὐτὸς τεύξεται ἰσοθέου τιμῆς σώσας Ἕλληνας.