Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

610. χρειὰ γὰρ ἱκάνεται] τῇ ἀπουσίᾳ ἑαυτοῦ τὸ πᾶν περιτίθησιν.

611. ἀλλʼ ἴθι νῦν, Πάτροκλε—Νέστορʼ ἔρειο] ἄτοπον γάρ ἐστιν εἰς τὴν σκηνὴν τοῦ τρωθέντος ἀποστέλλειν αὐτόν. §. τὸ 'Πάτροκλε” δὲ τὴν φιλοστοργίαν ἐμφαίνει· “πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρ〈α〉 ἕκαστον” (Il. 10. 68).

[*](A+)

612. ὅντινα τοῦτονἄγει βεβλημένον] ἀντὶτοῦ γένους τὸ εἶδος ἔταξεν, ὡς τὸ “ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν τοιοῦτον ἐόντα” (Il. 7. 242).

614. τῷ Ἀσκληπιάδῃ] ἢ ὡς πλησιοχώρου φροντίζει, ἢ ἐπεὶ Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς συμφοιτηταὶ παρὰ είρωνι.

[*](B-)

616. Πάτροκλος δὲ φίλῳ ἐπεπείθ⌈ετο⌋] σιωπηλὸς ἀεὶ καὶ ἐνηὴς Πάτροκλος. οὐ θαῦμα οὖν, εἴγε τὸν τοιοῦτον ἐκίνησε Νέστωρ καὶ μετὰ δακρύων ἐντυγχάνειν 〈Ἀχιλλεῖ〉· διὸ πείθει.

[*](4. ἐξάγειν ‖ 5. Ἀχιλλέως ‖ 8. κρόκα A: κρῶκα ‖ 13. ἦν τὴν πρ. B ‖ 14. τῆς δείξεως B 20. ἱκετεύειν B ‖ 20, 21. inclusa delet W : om. B ‖ 23. ἱκάνετον ut textus ‖ 26. ὀνόμαζον ‖ 32. sustulit bibliopega ‖ καὶ συνετὸς B ‖ 33. οὐ om. B ‖ 34. ἐντυγχάνει B ‖ supplevi ex B)
415

617. βῆ δὲ θέειν] συνορῶν τὸ ἐνδόσιμον Ἀχιλλέως σπεύδει καὶ [*](Β=) δρόμῳ χρῆται, συγχαίρων τοῖς Ἕλλησιν.

618. οἱδ’ ὅτε δὴ κλισίην—άφίκοντο]οί περὶΝέστορα είςτὴν Νέστο- [*](B-) ρος σκηνήν· “τὼ δ’ εῖς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην (Il.8.115).

619. αὐτοὶ μέν ῥʼ ἀπέβησαν] καιρὸν δίδωσι τοῦ βαδίζειν Πατρό- [*](B=) κλῳ· τὸ διάκενον οὖν τῆς ὁδοῦ πληροῖ.

620. ἵππους δʼ Εὐρυμέδων] πεζὸς εἵπετο· σχολαίτερον γὰρ [*](B–) 〈Νέστωρ〉 ἤλαυνε διὰ Μαχάονα. οὐ γὰρ τρεῖς ἐν τῷ ἄρματι. εἰ δὲ Ἀχιλλεύς φησιν “ἵπποι γάρ με παρήιξαν” (615), προφασίζεται τὴν ἔπειξιν τὴν Πατρόκλου.

621. ἱδρῶ ἀπεψύχοντο] οἰκείως τὸ “ἀπεψύχοντο,” οὐχ ὡς ἡμεῖς· [*](A +) τὸ δὲ ἐν ἡλίῳ τέρσαι φησίν (Od. 6. 98).

622. *στὰν δέ]“〈στάν〉τε’ δυϊκῶς· διὰ τοῦ “τε’ οὖν ἡ γραφή.

[*](A=)

624. τεῦχε κυκειῶ] οὐ δεόντως, φασίν, ὁ Μαχάων, καὶ ταῦτα [*](B–) ἰατρὸς ὤν, τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου— τοιοῦτος γὰρ ὁ Πράμνιος—τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις· πρῶτα μέν, ὡς τὴν δίαιταν ἠγνόουν καὶ ἀνδρειότερα εἶχον τὰ σώματα, ὥσ〈τε〉 καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας· εἶτα ὅτι καὶ ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν, ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή —τινὲς γοῦν ἐπιχειροῦσιν ὅλως μηδὲ πεπλῆχθαι τὸν Mα- χάονα—εἰ δὲ καὶ κατὰ βάθους γέγονεν, οὐδʼ οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς 〈καὶ〉 τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ 〈συ〉στέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσάγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. τὸ δὲ γάλα πήγνυσιν ἀπὸ πρώτης γενέσεως τὸ σῶμα· δῆλον δὲ ὡς τυρὸς βρεχόμενος γαλακτοῦται· καὶ ἄλφιτα παχύνει τὰ ὑγρὰ ὡς ἐκ πεφρυγμένης κριθῆς· τὸ δὲ κρόμυόν ἐστι διουρητικόν, καὶ μάχεται τῇ φλεγμονή, ὡς καὶ τοῖςκυνοδήκτοιςαὐθωρὸν προσάγεσθαι. τῇ δὲ γφλεγμαίνειτὰἕλκη. καὶ Πέτρων δὲ Αἰγινήτης ἰατρός, ἐπεὶ διʼ ἔνδειαν ἐπίπτωσις νόσων γίνοιτο, καὶ οἶνον καὶ κρέα προσέφερεν ἀναπληρῶν τὸ λεῖπον τῆς φύσεως.

[*](8. supplevi ex B ‖ 12. τέρσεσθαι A ‖ 16. ἐπικεκνησμένου B: ἐστικεκνισμένου ‖ 18. ἀ. ὅμως εἰχον B ‖ 19. ὅτι ὀρ. B 20. έπισολῆς B: ἐπιπολῆς ‖ 23. οδν B: οὗ ύλη ‖ 24, 25. supplevi ex B ‖ 25. κοιλιακοῖς B: χολιακοῖς ‖ 28. ἀλλὰ καὶ τὸ ἄλφιτον B ‖ ἕως ἐκπεφρυγμένης ‖ 29. διουρητικὸν B: διουριτικον ‖ 32. γίνοιτο scripsi: γρ.)
416

οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα· καὶ Νέστωρ γοῦν λαμβάνει· τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεών, τροφὴν ἅμα καὶ ποτὸν ἔχων.

623. *τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτʼ ἔπερσεν Ἀχιλλεύς] ἐν τοῖς δέουσι τόποις ἀποδίδωσι τὰ λείποντα τῆς Ἰλιάδος.

627. ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἀπόντων] καὶ ταῦτα παιδευτικά, ὅτι ἀριστεῖον λαμβάνει Νέστωρ διὰ τὴν σύνεσιν· καὶ ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Ἰσοκράτης δὲ ἔλεγε “πῶς Ἕλληνες γυμνικὰ τιμῶντες σοφίας γέρας οὐ πορίζονται” (cf. 4. 1);

[*](A+)

628. * ἐγκλιτέον τὴν “σφωίν·” τρίτου γάρ ἐστι προσώπου. [*](B=) *ἐπιπροΐηλε τράπεζαν] “ἐπίηλε” ἐξέτεινε—πτυκτα〈ὶ〉 γὰρ ἦσαν —“πρό” δὲ ἔμπροσθεν.

[*](B–)

629. κυανόπεζαν] πέζαν εἴωθε τὸ ἄκρον καλεῖν, οὐ τὸν πόδα. “πέζῃ ἐπὶ πρώτῃ” (Il. 24. 272) καὶ “ἀργυρόπεζα·” οὐκ ἔστιν οὖν κυανόποδα, ἀλλὰ τὴν ἀπὸ κυανοῦ ἔχουσαν τὸν κύκλον τὸν ἔξωθεν.

630. * κάνεον] ἴδιος ὁ σχηματισμός· οὐ γὰρ ἀπὸ τοῦ κανοῦν.

[*](AB+)

〈κρόμυον ποτῷ ὄψον] θερμόν, ὥστε ποτοῦ δεῖσθαι· “ὄψον” δὲ πλν τὸ σὺν σιτίοις ἐσθιόμενον· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφήν, ἔωθεν δὲ ἀκράτισμά τι.

[*](A+)

631. *χλωρόν] τρόφιμον ἢ νέον. ἀλφίτου ἱεροῦ] παρὰ γὰρ θεοῦ εἰλήφαμεν αὐτό· καὶ “ἱερὰς κατʼ ἀλωάς” (Il. 5. 499).

[*](B=)

633. οὔατα δʼ αὐτοῦ τέσσαρʼ ἔσαν] συνηρτημένα μὲν ἀλλήλοις τὰ ὦτα, διάστασιν δὲ ἔχοντα, 〈ὥστε〉 πρὸς τὸ βαθύτερον τοῦ ποτηρίου τὰς λαβὰς εἶναι. τὸ σχῆμα οὖν τῶν ὥτων γίνεται διπλοῦν ω.

[*](B–)

634. δοιαὶδὲ πελειάδες ἀμφὶς ἕκαστον] καὶ 〈τὴν〉 τορευτικὴν οἶδεν. ὀκτὼ δὲ ἦσαν αἱ πελειάδες, δύο καθʼ ἕκαστον οὖς· σἳ δὲ δʼ αὐτάς φασιν· λέγοι δʼ ἂν μικράς τινας, οἵας εἰκὸς ἐπὶ ἐκπώματος τετορεῦσθαι.

[*](A + B—)