Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

469. ἀλεξέμεναι γὰρ ἄμεινον] “ἄμεινον,” ἐκείνῳ δηλονότι, βοηθεῖν ἤπερ ὧδε σχολάζειν.

[*](AB=)

475. ἀμφʼ ἔλαφον] οὐ δειλὸς ὁ Ὀδυσσεύς, ὅτι ἐλάφῳ εἴκασται· οὐ γὰρ ἰσχύος δηλωτικὸν τὸ τῆς παραβολῆς, ἁλλὰ τῶν ὁμοίων παθη- μάτων. θανούσῃ δὲ αὐτὸν ἐλάφῳ εἰκάζει, ἵνα αὐξήσῃ τὸν κίνδυνον.

[*](B=)

ἀμφʼ ἔλαφον] μερικὴ ἡ παραβολὴ πρὸς τὴν πληγὴν καὶ πρὸς τὸ πλῆθος τῶν βαρβάρων καὶ τὴν ἀπουσίαν τοῦ βαλόντος· καὶ ὥσπερ θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω καὶ τοὺς Τρῶας ὁ Αἴας.

[*](B=)

478. αὐτὰρ ἐπεὶ —τόν γε δαμάσσεται—ώμοφάγοι μιν θῶες] πρὸς τὸ πιθανὴν γενέσθαι τὴν ἔφοδον τῶν πολλῶν ζὥων. ἄγει δὲ καὶ ἐπʼ ἐκεῖνο ἡ ἔννοια, ὅτι οὐδʼ ἂν τῷ Ὀδυσσεῖ προσῆλθον οἱ βάρβαροι, εἰ μὴ διὰ τὸ τετρῶσθαι πεπονημένῳ.

[*](A=)

ἄμοφάγοι—θῶες] Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (1 p. 610a 13) φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ ποιητής.

[*](A -)

480. * ἐν νέμεϊ] νέμος σύμφυτος τόπος καὶ εἰς νομὴν πεποιη- μένος.

481. αὐτὰρ ὃ δάπτει] αὕτη ἡ ἐπεξεργασία τῆς παραβολῆς οὐ πρὸς τὸ προκείμενον.

[*](B=)

483. αὐτὰρ ὅ γʼ ἥρως ἀίσσων] στιγμὴ εἰς τὸ “ἀίσσων” §. οὐ πρὸς [*](B=) τρῶσινδὲ ὥρμα—ἄπιστον γὰρτοῦτο—ἀλλὰ πρὸς τὸ ἐκφοβῆσαι μόνον.

[*](A+)

486. *στῆ δὲ παρέξ] ἀντὶ τοῦ παρά· καὶ ὀξύνεται.

[*](1. ὠς ante νῦν omisi cf. B ‖ 2, 3. supplevi ex B ‖ 4. διανοεῖται B ‖ 8. ἐ βιώατο textus, ἐβιώσατο ‖ εἰς κ.: corr. W ‖] 10, 11. ἠνάγκαστο B: ἠνάγ- κασται ‖ 23. ὑπεῖξεν pro πεπ. B ‖ 33. τρωσὶ ut B: corr, ‖ ἐφορμᾷ B)
407

488. εἵως θεράπων —ῆλασεν ἵππους] ὁ τοῦ Μενελάου· Ὀδυσσεὺς [*](AB-) γὰρ οὐκ ἔχει ἵππους ἅτε δὴ νησιώτης. ἀλλὰ νῦν διὰ τὴν χρείαν οὐκ εἴα ὁ καιρὸς Μενέλαον εἰπεῖν “ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο” (Il. 8. 105).

489. *ἔσχατος ἀριστεύει Αἴας ὡς νωθής.

490. Πριαμίδην, νόθον υἱόν] τελεία εἰς τὸ “Ἰριαμίδην·” καὶ [*](AB+) μετʼ ἐμφάσεως ἡ 〈ἐπ〉ανάληψις τοῦ δηλουμένου.

492. ὡς δʼ ὁπότε πλήθων ποταμὸς 〈πεδίονδε κάτεισιν〉] καὶ ἐπὶ [*](Α- B=) Διομήδους ἡ παραβολή (Il. 5. 87)· ἀλλὰ μείζων ἐκεῖ διὰ τὴν ἐπικουρίαν Ἀθηνᾶς( ib. 1)· οὐ μὴν οὐδὲ αὕτη εἰκῆ πρόσ〈κειται· τὸγὰρ〉 “κάτεισιν τὴν ἀκώλυτον ὁρμὴν ὑποφαίνει· καὶτὸ “ὀπαζόμενος” (492) οἷον ἐπειγόμενος.

494. πολλὰς δὲ δρῦς ἀζαλέας] ἢ τὰς μἡ παρὰ τὸν ποταμὸν ἀλλʼ [*](Α + B-) ἄνω που οὔσας, ἵνα τὸ πλῆθος τοῦ ῥείθρου δηλοῖ, ἢ ἂς οἱ δρυτόμοι τιθέασι πρὸς τὸ ξηρανθῆναι—“ἢ μέν τʼ ἀζομένη κεῖται” (Il. 4. 487) —καὶ διὰ τὸ δυσμετακόμιστον τῶν ξύλων ἐῶσι τὸν ποταμὸν ἀγαγεῖν. §. διὰ δὲ τοῦ πολλαπλασιάζειν τὸ “ πολλάς” ἐπαίρει τὸν λόγον.

498. ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά —ὄχθας παρ ποταμοῖο] ἀρι- στερὸς τοῦ ναυστάθμου ἐστὶν ὁ Σκάμανδρος.

ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά] μέμνηται ἑαυτοῦ ὁ ποιητὴς εἰπὼν ἔμπροσθεν “ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσ〈σ〉ε Κρονίων” (336)· οὕτω γὰρ κατὰ ἴσα ἡ μάχη γίνεται, τῶν ἀρίστων ἐφʼ ἑκατέρῳ μέρει ἀριστευόντων καὶ μήπω συμβαλλόντων ἀλλήλοις. καταλιμπάνων δὲ Ἄἴαντα ποικίλλει τὸ ὑποκείμενον.

500. * ἀνδρῶν] τῶν Ἀχαιῶν· φησὶ γὰρ “νέων δʼ ἀλάπαζε φά- λαγγας” (503).

501. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ— Ἰδομενῆα] κατακωμῳδεῖ τὸ ῥάθυμον Ἕκτορος, καθὸ φυγὼν τοὺς περὶ Ὀδυσσέα καὶ Ἀγαμέμνονα τούτοις ἑαυτὸν ἐπιδίδωσιν.

503. νέων δʼ ἀλάπαζε φάλαγγας] τὰς πρὸ τῶν νεῶν τάξεις· τινὲς [*](A+) δἡ “νέων” ἀντὶ τοῦ νεωτέρων.

504. οὐδʼ ἄν που χάζοντο κελεύθου] τῆς ὡς πρὸς τοὺς πολεμίους [*](B=) ὁρμῆς καὶ ὴς εἶχον κατʼ αὐτῶν προθυμίας.

[*](6. βραχὺ διαστέλλειν ἀξιοῦσί τινες A, στιγμἡ εἰς B ‖ 7. supplevi ex A B 10. supplevi ex B ‖ 11. ὑποφαίνει B: ὑποφαίνων ‖ 14. δηλοῖ B: ἢ ‖ 16. καὶ scripsi: ἢ ‖ ἐῶσι τ. B: ἕως πρὸς τὸ τ. ‖ 29. ἐκδίδωσιν: corr. W ex p. 398, 4)
408

506. ἀριστεύοντα Μαχάονα] λεληθότως ἐνέφηνεν, ὡς διετίθετο τι ὁ Μαχάων· τίς δὲ ἡ ἀριστεία, ἐπὶ κεφαλαίου εἰπὼν οὐ διέξεισι κατὰ μέρος ὡς ἐπὶ τῶν ἄλλων.

[*](B–)

507. κατὰ δεξιὸν ὥμον] εἰς τὸν ὦμον τέτρωται, ἵνα μηδὲ τοῖς τρωθεῖσιν ἐπαρκῇ· ηὔξησεν οὖν τὴν ἀγωνίαν.

508. τῷ ῥα περίδδεισαν] τῷ Μαχάονι, ὡς διὰ τῶν ἐξῆς δηλοῖ “ἰητρὸς γὰρ ἀνὴρ πολλῶν” (514).

[*](Α– B=)