Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

432. τοιώδʼ ἄνδρε κατακτείνας] βάρβαρος ἡ ἀλαζονεία, ἐν τοιούτῳ καιρῷ προφερομένη. §. 〈ἔ〉φαμεν τὴν διὰ τοῦ δε παραγωγήν, εἰ [*](A=) ἔχοι πρὸ τέλους μακράν, προπερισπᾶσθαι, σεσημειωμένου τοῦ “τώδε δὲ νῶι’ (Il. 8. 109).

∗τειώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας] ὡς τούτου παρε- πομένου τῷ φονεῦσαι.

[*](B=)

437. χρόα ἔργαθεν] “χρόα” τὴν ἐπιφάνειαν τοῦ σώματος, οὐ τὴν ἄχρι τῶν ἔσω μερῶν σάρκωσιν. . “χροός” δὲ καὶ “χρόα,” διχῶς·

[*](A+)

Ζηνόδοτος δὲ γράφει “χρόα.”

438. ∗ἔγκασι] ὡς τέρασιν.

[*](AB-)

439. γνῶ δʼ Ὀδυσεύς] ἔγνω, ὅτι οὐκ εἰς καίριον ταύτῃ ἐτελεύτησεν ἡβολή. φησὶγὰρ“ὡςεἰπῶν οῦτησεν —οὐδέ τ’ “ἔασε Παλλάς” (434,7) καὶ ἐπάγει “φθῆ σε τέλος” (451)· ἔστι δὲ θαυμάσαι τὸ ἀτάραχον Ὀδυσσέως· οὐχ ὡς Ἀχιλλεὺς “σάκος μὲν ἀπὸ ἔο—ἔσχετο ταρ- βήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ῥέα διελεύσεσθαι” (Il. 20. 261).

[*](A+)

*βέλος] Ζηνόδοτος γράφει “βέλος.”

[*](2, 4. πρότμησιν ut textus ‖ 4. τῆς ὅβης etiam A, κύστεως B ‖ 9. ἀγκῶνι τὸ scripsi cf. A D: ἑκατέρῳ ‖ 15, 16. ἐνὸςτὰ σωματικὰ τε καὶ ψυχικὰ ἐπ. coni. W ‖ 16. σωματικὴ ‖ ψυχικἡ ‖ 18. προφερομένη B: προσφερομένη ‖ supplevi ex A ‖ 19. τ. φύσει μ. A ‖ πώδε ‖ 22. τοῖς φονεύουσιν ‖ 24. ἔσω B; ἐμπαθῶν ‖ 25. γράφει cf. l. 31: ἡ ‖ 27. γνῷ δʼ Ὀδυσσεὺς ‖ 31. ῥεῖα ‖ 32. γρόφει A: ἡ)
405

441. ἄ δείλʼ] ἐκπλήρουςτὸ“δειλέ·” καὶ στικτέον διὰ τὴν κλητικήν. [*](Α+) κιχάνεται] ἀντὶ τοῦ κιχήσεται.

442. *ἐπὶ Τρώεσσι] περισσὴ ἡ “ἐηί”

446. καὶὃ μὲν φύγαδ αὗτις] αἰσχρὰ ἡ φυγὴ ἀπειλῇ μόνῃ〈γενομέ- [*](B=) νητραυματίου ἀνδρός. οὐκἄτοπονδὲἀλαζονεύεσθαι Ὀδυσσέαπροάρξαν- τος ἐκείνου, καὶ ὅτι παρʼ ὀλίγον ἀνῃρημένος κεκράτηκε τοῦ πολεμίου.

*φύγαδε] ἀπὸ τῆς φύξ.

450. * Σῶχ’] “ὦ Σωκε” ἐντελῶς αί Ἀριστάρχου.

451. φθῆ σε τέλος] εἰ καὶ ἔφυγες, κιχήμενον ἔφθη σε τὸ τέλος [*](B=) τοῦ θανάτου.

453. ὄσσε καθαιρήσουσι] παλαιὸν ἔθος· “χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν” (Od. 11. 426).

454. ὁμησταὶ ἐρύουσι] προπαροξυτόνως τὸ “ἐρύουσιν.” ἐνεστώς [*](A+) γάρ ἐστιν ἀντὶ μέλλοντος.

455. ἐπεί κε θάνω] ἐὰν ἐκ τοῦ τραύματος τηλικοῦτον ἐπακολου- [*](B=) θήσῃ. προενεχυριάζει δὲ τὴν γνώμην τῶν Ἀχαιῶν, ὡς ὑπὲρ αὐτῶν ἀποθνήσκων. §. αἱ Ἀριστάρχου “εἴ κε θάνω.”

457. ἔξω τε χροός] τοῦ ἰδίου χροός· καὶ μεῖζον τὸ κατόρθωμα [*](A + B =) Ὀδυσσέως ἐκ τῆς ἐπιφορᾶς, ὅτι ἀκμὴν ἐμπεπηγότος τοῦ δόρατος ἐφόνευσε τὸν πολέμιον. §. “ἕλκε” δὲ ἄνευ τοῦ ι.

458. αἷμα δέ οἱ-ἀνέσσυτο] “αἷμα δέ οἱ ἀνέσσυτο,” αὐτῷ· [*](AB+) ἐπὶ δὲ τῆς λεπτοτέρας πληγῆς “αἷμα δʼ ἀνηκόντιζε” (Il. 5. 113).

459. αἷμ’ Ὀδυσῆος] καλῶς ἄρα Λυκοῦργος ἐνομοθέτησε Λακε- [*](B=) δαιμονίοις ἐσθῆτα φοινικῆν ἐν τοῖς πολέμοις φορεῖν, ἵνʼ εἰ τρωθείη τις λανθάνοι τοὺς πολεμίους διὰ τὸ ὁμόχρουν.

460. *κεκλόμενοικαθʼ ὅμιλον—ἔβησαν]τοῦ πρώτουτὸ “καθ’ ὅμιλον.”

[*](A+)

461. ἐξοπίσω ἀνεχάζετο] συγγνωστέον· ἐν ἐσχάτοις γάρ ἐστιν. [*](Β=) εἰκότως οὖν ὑποχωρεῖ καὶ βοᾷ τοῖς συμμάχοες.

αὖε δʼ ἑταίρους] ψιλωτέον· εἰ δὲ 〈δασύνεται〉, ἐπὶ τοῦ ξηραίνω.

[*](A+)

462. ὅσον κεφαλὴ χάδε φωτός] ἀντὶ τοῦ εἰπεῖν ‘αὐτοῦ.ʼ τὸ δὲ [*](B +) σχῆμα πολλαχῇ, ὡς καὶ ἐπὶ τοῦ “ἐκ πυκινῆς ὕλης πτόρθον κλάσε— ώς ῥύσαιτο περὶ χροὶ μήδεα φωτός” (Od. 6. 128). μεγαλόφωνος δὲ παραδίδοται ὁ Ὀδυσσεὺς“ἀλʼ ὅτε δὴ ὅπα τε μεγάλην” (Il. 3. 221).

[*](1. πλ. ὲ δ. A ‖ 4, 5. supplevi ex B 8. Ἀρίσταρχος A ‖ 15. ἐπεί κε etiam textus ‖ 16, 17. αὑτοῦ ἀποθνησκόντων B ‖ 17. Ἀρίσταρχος A ‖ κε A: καὶ ‖ 20. ἀνῆρησε B 23. αἴμτα δʼ Ὀδυσσῆος textus, αἶμιι Ὀδυσσῆος ‖ 28. τοὺς συμμμἀχους ut B ‖ 29. εἰ scripsi: ἐστὶ ‖ supplevi cf. A ‖ 30. χάδετο ‖ 31. βλάστε)
406
[*](B -)

463. τρὶς δʼ ἄιεν ἰάχοντος] ὡς αἴτιος τῆς μάχης νῦν προσεκτι- κὸς διὰ τὴν ἀπουσίαν Ἀγαμέμνονος, 〈ἢ〉 ὡς φίλος Ὀδυσσεῖ, “ἐξ θάκης ἀγαγὼν σὺν κτήμασιʼ (Od. 4. 175)· αἰσθόμενος 〈δὲ〉 ὡς οὐκ ἔστιν ἀξιόμαχος προσλαβεῖν Αἴαντα ἐνθυμεῖται.

[*](B=)

464. αἶψα δʼ ἄρʼ Αἴαντα] χαρίεν τὸ τῆς περιπετείας, τὸ τὸν ἀλκι- μώτατον εὑρεθῆναι πλησίον. §. τὸ δὲ “αἶψα” τῆς ἐπείξεως αὐτοῦ καὶ προθυμίας σημαντικόν.

[*](407.)

τῷ ἰκέλη, ὡς εἴὲ βιύατο] “ὡς εἰ” καιρὸν γὰρ οὐκ εἶχε νῦν σαφῶς δηλῶσαι τὸ πρᾶγμα ὁ Ὀδυσσεύς· μόνον δὲ βοᾷ.

[*](B+)

βιῴατο] ἀπὸ γὰρ τοῦ πολυτλήμονος στοχάζεται, ὡς, εἰ μὴ ἠνάγ- καστο, οὐκ ἂν ἐβόησεν.

[*](B=)