Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

376. οὐδʼ ἄρα μιν ἄλιον] “μίνʼ” ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ “τὸν τρισ-. καιδέκατον μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495) ἀντὶ τοῦ αὐτοῦ.

378. ἐν γαίῃ κατέπηκτο] ἐναργῶς πάνυ· διʼ ὅλου δὲ φυλάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής.

μάλα ἡδὺ γελάσ〈σ〉ας] κεχυμένως· καὶ ἐπὶ 〈τῶν〉 μνηστήρων “γέλω ἔκθανον” (Od. 18. 100)· ἐπὶ δὲ Ὀδυσσέως “ἐπιμειδήσας” (Od. 22. 371) καὶ “μειδιόων βλοσυροῖσι προσώπασι” (Il. 7. 212).

379. ἐκ λόχου ἀμπήδησε] εὗ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύοντα ἐκ [*](B=) λόχου ἀναπηδῆσαί φησιν.

εὐχόμενος ἔπος ηὔδα] ἀσχημόνως πάνυ ὡς μέγα τι κατωρθωκώς [*](B-) βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἔνα ἔτρωσεν, ἀλλʼ οὐδὲ τοῦτον ἀνεῖλεν. οἷα καὶ πρόσθεν αὐτοῦ ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ, καὶ τοῦτον πρεσβύτου (Il. 8. 81).

382. οὕτω κεν—Τρῶες ἀνέπνευσαν] διʼ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων τὸ κοινόν.

383. οἵ τε σε πεφρίκασι] ὡς δειλὸς καὶ περὶ τὥν ἄλλων ὑπείληφεν [*](A-B=) ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. §. “ μηκάδες” δὲ κατὰ μίμησιν τῆς φθογγῆς.

[*](A+)

385. * τοξότα λωβητήρ] δύναται καθʼ ἓν στιγμὴ καὶ εἰς δύο.

[*](Α+)

τοξότα λωβητήρ] ἀλλαχοῦ “ποῦ τοι τόξον” (Il. 5. 171). ἢ τοὺς ἀγχιμάχους 〈μόνους〉 ἐπῄνει.

τοξότα] ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται, καὶ τῶν ἡρώων οἱ κρά- [*](Β=) τιστοι, Απόλλων, Ἄρτεμις, Ἡρακλῆς, Ἴδας, Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρατευομένοις ἀηριόνης, Φιλοκτήτης, Τεῦκρος. οὐχ ὅτι τοξότης, ὀνειδίζει, ἀλλʼ ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ “λωβητήρ. §. εἶταπάλιν ὺφʼ ἓν τὸ“κέρᾳ ἀγλαὲ παρθενοπῖπα,” ὦ [*](Β–) τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθʼ ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν.

κέρᾳ ἀγλαέ] “κέρ” σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη· [*](A+ B -) [*](4. πῆχυν cf. A Eust. ‖ 7. μελιειδέα ‖ 10. suppl. W 15. κατορθωκὼς: corr. rec. ‖ 20. λαμβάνει: corr. Bekker 22. ἀνοήτωντὸ B ‖ 20. δἐ] post ὅτι add. B)

402
τινὲς δὲ πληθυντικῶς ἤκουσαν καὶ ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο· καὶ Ἡρωδιανὸς δέ φησιν, ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιηταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων· κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ τῶν τριχῶν, ὡς παρʼ Ἀθηναίοις ὁ κρωβύλος.

[*](A+)

ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ

παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα- κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά- [*](A=) φουσι “ παρθενοπῖα,” παρθένοις ἐοικώς.

[*](B=)

386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.

388. νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ- θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).

[*](B=)

* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ 〈δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).

[*](A– B-)

390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.

391. * ἄλλως ὑπʼ ἐμεῖο] ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν.

[*](A—)

* ἐπαύρῃ] προσθίγῃ.

[*](A+)

392. *αἶψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”

393. * τοῦ δὲ γυναικός] ἐπεξεργασία ποιητική.

395. οἰωνοὶ δὲ περίπλεες ἠὲ γυναῖκες] οὐκ ἔστιν ὅμοιον τῷ “γύ- πεσ〈σ〉ιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν” (162)· τὸ γὰρ “ἠὲ γυναῖκες” τὴν ἀκολασίαν ἐλέγχει ΙΠάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. §. οὐκ [*](AB+) ἔστι δὲ σύνθετον τὸ “περίπλεες,” ἰλλὰ κατὰ παράθεσιν ἡ “περί.”

[*](B=)

396. Ὀδυσεὺς —ἐγγύθεν ἐλθὼν ἔστη] τὸ φιλικὸν πάλιν τοῦ ʼὈδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται· διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.

401. οἰώθη δʼ Ὀδυσεύς] ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.

[*](B=)

403. εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὦ μοι ἐγώ, τί πάθω] ποίη- [*](4. παρʼ Ἀθ. ὁ κρ. Eust.: καὶ Ἀθηναῖοι τὸν κρωβύλον 5. ὅθειν ‖ 10. παρ- θενοπία ut A ὅψιν ante ἐ. supplet Lehrs 11. τὸ B: τὰ‖ προκαλεῖσθαι B: προσκαλεῖσθαι 14. σὺ πληγὴν B: ἡ πληγὴ 15. πάγη B, κατέπηκτο Eunt. ut textus 16. μὴ ἐμποιοῦν B 18. τὸ ante πολὺν omisi 26. περίπλεες A: περὶ πλέες 27,.31. Ὀδυσσεὺς ‖ 29. τοῦτο B: τοῦτον)

402
τινὲς δὲ πληθυντικῶς ἤκουσαν καὶ ἐπὶ τῶν τοξοτῶν ἐξεδέξαντο· καὶ Πρωδιανὸς δέ φησιν, ὅτι σπανίως τὸ κέρας ἐπὶ τριχὸς ἀνθρώπου τάσσεται παρὰ ποιηταῖς, ἀλλὰ μᾶλλον ἐπὶ βοὸς ἢ ἄλλων θηρίων· κέρας δέ ἐστιν ἡ ἐμπλοκὴ τῶν τριχῶν, ὡς παρʼ Ἀθηναίοις ὁ κρωβύλος.

[*](A+)

ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ

παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα- κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά- [*](A=) φουσι “ παρθενοπῖα,” παρθένοις ἐοικώς.

[*](Β=)

386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα. νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ- θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).

[*](B=)

* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).

[*](A- B-)

390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.

391. * ἄλλως ὑπʼ ἐμεῖο] ἄλλως δὴ τὸ ἐμόν, οὐχ ὡς τὸ σόν.

[*](Α–)

* ἐπαύρῃ] προσθίγῃ.

[*](A+)

392. αἷψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”