Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

141. τίφθʼ οὕτω κατὰ νῆας —οἶοι ἀλᾶσθε] φέρεσθε· ταῦτα δὲ [*](B–) ἀνατεταμένῃ τῇ φωνῇ καὶ ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας μόνοι οἱ βασιλεῖς νυκτὸς περιιόντες· δέδιεν οὖν, μή τι νεώτερόν ἐστιν ἐν τῷ στρατῷ. μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων “διογενὲς Λαερτιάδη, μὴ νεμέσα” (144).

142. ὅ τι δὴ χρεώ] ἀντὶ τοῦ ‘τί δή,ʼ ὡς “ὁπ〈π〉οίης δʼ ἐπὶ νηός” [*](Α+) (Od. 1. 171).

145. μὴ νεμέσα] παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι σημαί- [*](B=) νων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδʼ ὁτιοῦν ἀντιλέγων.

146. *ἀλλʼ ἕπε᾿ ] ἄνευ τοῦ υ “ἕπε᾿.ʼʼ

147. * ὅλον συναπτέον.

[*](1. supplevi ex A ‖ 5. A: ε ‖ 9. χωρὶς τοῦ “ἐποτρύνει καὶ ἀνώγει᾿᾿ (-η corr. Spitzner) A ‖ 11. supplevi ex A ‖ 12. γὰρ A: δὲ ‖ 22. προφέρεσθε ‖ 23. σχετλιάζων B: σχετλιάζοντα ‖ 32. υ ἕπεο)
350
[*](B–)

149. ποικίλον ἀμφʼ ὤμοισι σάκος] δειλός, φασίν, οὗτος ἀσπίδα καὶ 〈οὐ〉 δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύ〈σ〉εσθαι, πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα. δόρυ μὲν γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων. ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως, διʼ ὑποδείγματος παραστήσω. ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρημάτων· παρελθὼν δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν.

[*](Α= B–)

150. τὸν δʼ ἐκίχανον ἐκτὸς 〈ἀπὸ〉 κλισίης] στρατιωτικὸν τὸ αἰθριοκοιτεῖν. δείκνυσι δέ, ὡς οὐ λόγῳ μόνον ἐστὶ θρασύς.

[*](B=)

151. σὺν τεύχεσιν, ἀμφὶ δʼ ἑταῖροι] οὐχ ὡπλισμένος —δειλῶν γάρ —ἀλλʼ οἷον πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθʼ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν βασιλέα.

[*](Α=Β–)

ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας] διὰ τὴν μεθʼ ἡμέραν ταλαιπωρίαν κοιμῶνται. στρατιωτικόν γὰρ τοῖς αὐτοῖς ὅπλοις χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν.

[*](B–)

152. ἔγχεα δέ σφιν ὄρθ’ ἐπὶ σαυρωτῆρος] τρόπον τινὰ περιχαρα- κοῦντα τὸν ἡγεμόνα. φανερὸν δὲ τὸ σχῆμα καὶ κοιμωμένων, ἴσως ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· διὸ καὶ τὰ ἐναντία ἐξῆς φησι περὶ Θρᾳκῶν ὡς ψέγων “ἔντεα δέ σφι καλὰ —παρʼ αὐτοῖσιν χθονὶ κέκλιτο εὖ κατὰ κόσμον” (471).

[*](B=)

153. τῆλε δὲ χαλκὸς λάμφʼ 〈ὥστε στεροπή〉] γραφικῶς τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν ἀναλάμ- πουσαν αὐγήν, καὶ ταύτην “τῆλε.”

[*](B–)

156. ὑπὸ κράτεσφι τάπης τετάνυστο] ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν· οὐ μόνον δὲ καθʼ ἡλι- κίαν, ἀλλὰ καὶ κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκειται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς.

[*](B–)

158. λὰξ ποδὶ κινήσας] εἰκὸς διὰ τοὺς μεθ᾿ ἡμέραν κόπους οὐκ αἰσθά- νεσθαι· καλῶς δέ, ὅτι οὐ μονοειδῶς ἅπαντες διυπνίζονται. δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνίστασθαι· διὸ καὶ “λάξ” αὐτὸν ἀνίστησιν ὀνειδίζων τὴν ἀπρονοησίαν.

[*](1. οὖτος B: ὡς ‖ 2. suppl. Bekker ‖ 3. supplevi ex B ‖ 10. στρατιω- τικὸν etiam A, στρατηγικὸν B || 17. πόρους A ‖ 31. διὰ τοὺς μ. ἡ. κόπους B: τοῖς μ. ἡ. κόποις)
351

*διὰ τοῦ “κινήσας” ἰάσατο τὸ “λάξ.” τῷ ὑποκάτω τῶν δακτύ- λων μέρει.

159. *ἔγρεο, Τυδέος υἱέ] γράφεται καὶ “ὄρσεο·” διχῶς αἱ [*](A=) Ἀριστάρχου.

* ἀωτεῖς] κοιμᾷ, ἀπὸ τοῦ ἀέσαι.

160. οὐκ ἀίεις] Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖ- [*](B=) ται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ “ἀίεις” ἀντὶ τοῦ ἀκούεις πρὸς πλείονα ἐπίτασιν, ὡς πλησιασάν- των αὐτῶν.

ἐπὶ θρωσμῷ πεδίοιο] οἳ μὲν τῷ ἀντικρύ, οἳ δὲ τῷ ὑψηλῷ, οἳ δὲ τῷ [*](Α+) πλατεῖ.

161. εἳαται ἄγχι νεῶν, ὀλίγος δέ τε χῶρος ἐρύκει] οὕτω διὰ τοῦ [*](Α+) τέ ᾿᾿ γραπτέον· 〈γράφεται δὲ〉 καὶ “ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει.”

164. σχέτλιος ἐσ〈σ〉ί, γεραιέ] ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ ἀρετῆς.

σχέτλιος] ὁ ἄξια ἀγανακτήσεως πράσσων· εἰώθαμεν δὲ ἀμελείας [*](A Β=) κρινόμενοι φιλοπονωτέρους τ⌈οῦ⌋ δέοντος φάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω.

167. ἀμήχανος ἐσσί] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανήσα- [*](A+Β=) σθαί τι δύναται.

169. ναὶ δὴ ταῦτά γε— κατὰ μοῖραν ἔειπες] ὁ γέρων ἐπαινεθεὶς [*](B=) ἰᾶται τὸ “τί πάννυχον ὕπνον ἀωτεῖς (159);” φρονίμως δὲ οὐ συνεχώρησε τοῦτο, ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων — φορτικὸν γὰρ 〈ἂν〉 ἦν—ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ δύναμιν φιλοπονίας δεόμενον.

170. εἰσὶ δέ μοι παῖδες] ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώτους καταλέγει τοὺς ἑαυτοῦ παῖδας.

173. ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς] καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ λεπτὸν [*](Α–) ἐπικίνδυνον τοῦτο. §. τὴν πρώτην δὲ τοῦ “ξυροῦ” συσταλτέον διὰ τὸ [*](A=) μέτρον.