Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

490. τὸν δʼ Ὀδυσεὺς—λαβὼν ποδὸς ἐξερύσασκεν] εἰς τὸ προγνω- [*](B=) στικὸν Ὀδυσσέως· καὶ ἐπʼ ἄλλων φησὶ “στείβοντες νέκυάς τε” (Il. 11. 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πολέμου πειραθέντων “ἀήθεσσον γὰρ ἔτι” νεκρῶν (493).

493. ἀήθε〈σ〉σον γὰρ ἔτʼ αὐτῶν] πόθεν οἴδεν, ὅτι ἀήθεις εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος “Θρήικες οἵδ’ ἀπάνευθε νεήλυδες” (434).

496. κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτʼ, Ὀἰνείδαο πάις, διὰ μῆτιν Ἀθήνης] τὸ βαθὺ γὰρ τοῦ ὕπνου ὄι αὐτῆς ἐγένετο· ἔλαβε δὲ καὶ τὸ φίλοινον Θρμκῶν πρὸς τὸ μὴ αἰσθέσθαι.

κακὸν γὰρ ὄναρ κεφαλῇσιν ἐπέστη] τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους [*](Β=) συμβαινόντων· ὅταν γάρ τις νυκτὸς κακῷ τινι περιπέσῃ, φαμὲν “κακὸν ὄνειρον εἶδεν ὁ δεῖνα.ʼ

499. σὺν δʼ ἤειρεν ἱμᾶσι] ὡς μὴ κατʼ ἰδίαν τῶν ἵππων εἰθισμένων [*](B -) ἡνιοχεῖσθαι. φησὶ γοῦν ἵππων ἐπεβήσετο (529) καὶ “ἔρυξε Διὶ φίλος ὠκέας ἵππους” (527).

σὺν δʼ ἤειρεν ἱμᾶσι] συνέζευξε δὲ αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι [*](A+ B=) σννημμένους καὶ οὐ καθʼ ἕνα ἐξέφερεν· καὶ ἔστι νησιώτης μέν, τῇ πείρᾳ δὲ οὐ δευτερεύει τινός.

[*](10. ἀπὸ τεσσάρων: corr. ‖ 13. ὀδυσσεὺς ‖ 14. σχῆμα κινῶν ut B ‖ 19. ὀλήθεσον ‖ 28. ὄναρ B)
374

500. τόξῳ ἐπιπλλήσσων] ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν.

[*](B–)

ἐπεὶ οὐ μάστιγα φαεινήν] πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ὅμως ἀντʼ αὐτοῦ μεμη- χάνηται Ὀδυσσεύς. καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν ‘ἐπελάθετο” ἐπήγαγε τὸ “τόξω,ʼ ἀλλὰ τοὐναντίον· τούτων ὅμοιόν ἐστι καὶ τὸ ἐπὶ Σαρπη- δόνος “βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔτις ἐπε- ʼφράσατο” (Il. 5. 664).

[*](A+ B=)

502. ῥοίζησεν] ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορώς, αἰσθέσθαι. οὐ γὰρ 〈συμ〉παρεῖναι αὐτῷ ἐδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.

[*](B=)

503. ὅ τι κύντατον ἔρδοι] φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπαλλάκ- τως ἔχει τοῦ εὑρήματος.

[*](A+ B=)

504-6. ἢ ὅγε δίφρον ἑλών—〈ἢ ἐκφέροι ὑψόσʼ ἰείρας), ἦ ἔτι τῶν πλεόνων ρῃκῶν] δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾶκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι· τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῥρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων ἐναντίον τοῦ σωθῆναι αὐτὸν ἀκίνδυνον.

[*](A+)

506. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν] περισπαστέον τὸ “ἦ ὅτιτ·” δια- πορητικὸς γάρ ἐστιν.

[*](B–)

509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦτονεἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ “ῥοίζησεν δʼ ἄρα πιφαύ- σκων Διομήδει (502). καὶ τὸ “ἐγγύθεν ἱσταμένη” (508) πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἠδύνατο, ἐ〈λ〉άσας πόρρω τοὺς ἵππους.

[*](B–)

510. μὴ καὶ πεφοβημένος ἔλθῃς] οὐ μόνον διὰ τοῦ “πεφοβημένος,” ἀλλὰ καὶ διὰ τοῦ “θεός” (511) ἐκδειματοῖ. διὰ δὲ τοῦ “ἄλλος” ἐσήμανεν, ὅτι καὶ αὐτὴ θεός ἐστιν. ἤδη δὲ καὶ παροιμιῶδες γέγονε “μή τις καὶ Τρῶας ἐγείρῃ.”

[*](B=)

513. ἵππων ἐπεβήσετο] κέλησι μὲν οὐδ’ ἐν τοῖς ἀγῶσιν εἰσάγει [*](A+) χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν. §. διὰ τοῦ ὲ δὲ “ἐπεβήσετο.”

[*](B—)

515. οὐδʼ ἀλαοσκοπίην] πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευ- μένων; οὐ λέγει, ὅτι ἐφύλασσε τὰ πρασσόμενα—ἀπεκεκήρυκτο γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν—ἀλλʼ “ὡς [*](11. ἐγρηγορῶν ut B ‖ 12. supplevi ex B ‖ 14. εἰχε B ‖ 16. θρηκῶν δ. ‖ 25. supplevi ex B ‖ 33. ἀποκεκήρυκτο)

375
εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἤλθενʼ τοσοῦ- τον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν ἀνα- χώρησιν παραινέσαι· Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλʼ ἕτερον ἐγείρει· βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ εἰωθυῖα ‘ ἐνικλῶν” τῷ Διὶ “ὅ τι νοήσῃ’ (Il. 8. 422) καὶ πρότερον παρὰ πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην καὶ νῦν τῷ Διομήδει παρίσταται.

*τινὲς εἰς τὸ “Ἀπόλλων” στίζουσιν.

519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι [*](B–) τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλʼ ἑτέρῳ μέρειτῆς ποιήσεως (Il. 24. 725 sqq.) τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι τεθνεῶτι· νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων.

522. φίλον δʼ ὀνόμηνεν ἑταῖρον] ἀνεκαλέσατο· τοῦτο γὰρ συμ- [*](B=) βαίνει τοῖς ἐκπληττομένοις.

523. Τρώων δὲ κλαγγή] ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ [*](B=) τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς.

524. θηεῦντο δὲ μέρμερα ἔργα] τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν [*](B-) ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων Καλυψοῦς διὰ τῆς μρμοῦ ἐδήλωσε θέας (Od. 5. 75).

525. ὅσσʼ ἄνδρες ῥέξαντες] πολλὴν ἔμφασιν ἔχει τὸ “ἄνδρες.ʼ

527. ἔνθ’ Ὀδυσεὺς 〈μὲν) ἔρυξε-ώκέας ἵππους] πάλιν 〈εἰς) τὸ 〈προ〉γνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ λάφυρα εἰς τὸν ναύ- σταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα αὐτὰ παρατρέχει.

532. Νέστωρ δὲ πρῶτος κτύπον ἄιε] εἰκότως· τῶν φρονιμωτέρων [*](AB–) γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν. αὐτὸς ὡς ἄν τῆς ἐκπομπῆς τῶν κατασκόπων φερόμενος τὴν αἰτίαν· βθεν ἐπιφέρει “ἀλλʼ αἰνῶς δε〈ί〉δοικα” (538)· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν Ἀχιλλέα (Il. 21. 526). ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται.