Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

419. κέλονται] δῆλον ὡς ἐξ ἐπιταγῆς· ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα οὐ τὸν 〈ἄ〉γαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν.

[*](B=)

κέλονται ἀλλήλοις] εὖ τὸ μὴ μόνον ἰδία ἕκαστον ἀγρυπνεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ πλησίον ἐγείρηται.

[*](B–)

422. οὐ γάρ σφιν παῖδες σχεδόν] εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρ- ων. εὐλόγως δὲ ἀποκρίνεται· ἠρωτήθη γὰρ “πῶς δʼ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί” (408), οὐ μόνον περὶ τῶν φυλασσόντων.

[*](B=)

424. πῶς γὰρ δή] ἕως τοῦ “νῦνʼ” ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατʼ ἐρώτησιν προφέρειν.

[*](A + B–)

*τὸ ἑξῆς “πῶς γὰρ δὴ—εὕδουσι;” μήποτε διὰ τοῦτο δυσάλωτοί εἰσι φυλασσόμενοι ὑπὸ τῶν Τρώων;

[*](7, 8. ἐξελέξατο scripsi: ἐπελέξατο ut B ‖ 9. “μήτε B, μήτι ‖ εἰσέλθησιλόχος ‖ 19. ἄοικος B: ἀνέστιος ‖ 31. δή] νῦν textus ‖ 34. εἶεν)
369

425. *ἢ ἀπάνευθε] περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν.

[*](A=)

427. * τοιγὰρ ἐγὰ καὶ ταῦτα] οὕτω “καὶ ταῦτα.”

μάλʼ ἀτρεκέως ἀγορεύσω] καὶ πλείονα ὧν ἠρωτήθη λέγει ὡς [*](B–) σύμβουλος γενόμενος ὑπὲρ ὀλέθρου τῶν συμμάχων. τοῦτο δὲ δειλίας καὶ χαυνότητος σύμβολον.

428. πρὸς μὲν ἁλός] πρὸς σύγκρισιν τῆς Θύμβρης] (430)· θα- [*](B-) λασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι (Thuc. I. 4)· προσ- υπακουστέον δὲ τὸ μέρος, οἷον ‘πρὸς μὲν τὸ μέρος τῆς θαλάσσης.’

429. καὶ Λέλεγες] ὡς ἐπήλυδες οὐ κατελέχθησαν ἐν τῷ κατα- [*](A-) λόγῳ· οὐδὲ γὰρ Ὀθρυονεύς (Il. 13. 363). Ἰφιδάμας (Il. 11. 221). Φαῖστος (Il. 5. 43). §. Λέλεγες δέ εἰσιν οἱ ήδασον τὴν ὑπὸ Ἴδῃ οἰκοῦντες· “πέρσε δὲ Λυρνησὸν καὶ Πήδασον” (Il. 20. 92), εἶτα “Λέλεγας καὶ Τρῶας ἐναίρειν” (ib. 96)· οἱ περίλοιποι οὖν ὑπὸ Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, “ὃς Λελέγε〈σ〉σι φιλοπ〈τ〉ολέμοισιν ἀνάσσει” (Il. 21. 86).

Καύκωνες] τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοποννήσῳ Καυ- [*](A+) κώνων ἄποικοι.

431. καὶ Φρύγες] δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες· οἱ δὲ [*](A-B=) νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. §. ἡ δὲ Θύμβρα (430) πε- [*](A+ B=) δίον ἐστὶ τῆς Τρῳάδος· ὅμοιον δέ ἐστι τῷ “πρὸς μὲν ἁλός” (428).

καὶ Μήονες ἱπποκορυσταί] ἤδη καθʼ Ὅμηρον ἐπρώτευε τὸ Λύδιον ἱππικόν. §. ἡ δὲ γραφὴ “ίππόμαχοι,” οὐχ “ἱππόδαμοι.”

[*](A+)

433. εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον] οἱ μὲν περὶ [*](B–) τὸν Ὀδυσσέα οὐ τρανότερον ἐξέφηναν τὴν βούλησιν, ὃ δὲ συμ- βάλλεται αὐτῶν τῇ σκέψει καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν. οἳ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον αὐτοὺς Ἕκτορος διὰ τοῦ ἐπαίνου τῶν Θρᾳκῶν.

434. νεήλυδες] πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν [*](B=) ἀπὸ τοῦ καμάτου.

*μἵδε] τῇ χειρὶ δείκνυσι, καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν.

[*](B=)

ἔσχατοι ἄλλων] τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι. §. “ἀπάνευθε” δὲ [*](B=) πρὸς τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις.

[*](B=)

435. ἐν δέ σφιν Ῥῆσος] Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ τῆς [*](A+ B–) Θρᾴκης υἱὸς καὶ Εὐτέρπης τῆς Μούσης. ἱστορεῖ δὲ Πίνδαρος (fr. [*](5. σύμβουλον ‖ 11. ἐν Πιδαίῳ πόλει Καρίας A ‖ ὑπὲρ τὴν Ἴδην St. B. s. v. Πήγασα, ubi ὑπὸ coni. Meineke ‖ 24. τρανῶς B ‖ 30. τρόπον B)

370
262 B.), ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἐνεδείξατο κακά, κατὰ δὲ πρόνοιαν Ἥρας καὶ Ἀθηνᾶς ἀναστάντες οἱ περὶ Διομήδεα ἀναιροῦσιν αὐτόν.

[*](B–)

435. τοῦ δὴ καλλίστους ἵππους] ὡς φίλιππος —κινδυνεύει γοῦν διʼ ἵππους –ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς· φησὶ γοῦν “ἀλλʼ ἐμὲ μὲν —δήσαντες” (442, 3)· τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὥστε καὶ τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων προδότης γίνεται.

[*](A B+)

437. λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν] δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφ’ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν ‘λευκοτέρους χιόνος,ʼ καὶ〈ὣς) τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστικῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον. καὶ λείπει τὸ ‘εἰσί.ʼ §. πῶς εἰδέναι ἐδόκει, ὅτι ταχεῖς εἰσιν, εἴγε [*](AB=) νεήλυδες σαν; ἢ ὡς ἀκούσας, ἢ ἀποσεμνύνων ὡς καὶ σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν τῶν Θρακῶν ἐπανάστασιν.

[*](A=)

* λευκότεροι χιόνος] ἵνα ὁρῶνται νυκτὸς οὔσης.

[*](B=)

439. χρύσεια] τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν.

[*](B=)

442. ἀλλʼ ἐμὲ μὲν 〈νῦν) νηυσὶ πελάσσετον] πέπεισται, ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται· εἰ γὰρ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἤσαν οἱ περὶ Διομήδην πιστεύ- σαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες. δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων.

443. νηλέι δεσμῷ] ὡς ἠλπικώς, ὅτι δεθήσεται, καὶ τὸν δεσμὸν ὀλοφύρεται καί φησιν, ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί.

* δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ “τόφρα γὰρ ἐς στρατὸν εἶμι” (325).

[*](A+)

445. *ἦ ῥα κατʼ αἶσαν] “ἠὲ κατʼ αἰσαν,” οὕτω δεῖ γράφειν χυρὶς τοῦ “ῥ〈α〉.”

[*](B=)

446. Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷφιλανθρώποις λόγοις οὐ φονεύει.

[*](AB+)

447. μὴ δή μοι φύξιν γε, Δόλων] καὶ πῶς ᾔδεσαν αὐτοῦ τὸ [*](2. ἐνεδείξατο etiam Eunt., ἀνεδείξατο B ‖ 7. ὥστε Eunt.: ὅτι ut B ‖ 8. ἐγένετο B ‖ 13. supplevi ex D, καὶ delet W: καὶ τ. μ. ἐ. etiam A B Eunt. 1 15. εἰδέναι A, ἤδει vel ἔγνωκεν coni. W: ἐγίνωσκε B, δέ ‖ 23. γὰρ B: δέ ‖ 34. ἤδεισαν B, εἴδεσαν)

371
ὄνομα; ἢ εἰκὸς ὡς κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. ὅτι δὲ ἐπιφανής, δῆλον ἐκ τοῦ “ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους” (300).

449. εἰ μὲν γάρ κε σε νῦν ἀπολύσομεν] ἐπεὶ οὐχ Ἕλληνικὸν τὸν [*](B–) ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἄμα δὲ καὶ ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς ἄγοντας Δόλωνα καὶ δεῖν ἐν μέσῃ τῇ ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσι τὸ πᾶν παρʼ αὐτοῦ. ἵα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους προέδωκεν.

* “ἀπολύσομεν” διὰ λύτρων, “μεθῶμεν” δίχα λύτρων.

ἀπολύσομεν] πληθυντικῶς, ἵνʼ ἐνεχυράσῃ καὶ τὴν Ὀδυσσέως γνμών.