Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών] εἰ γὰρ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφοῦ;

[*](B=)

36. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.

[*](Α=)

38. *ὀτρύνεις] αἱ Ἀριστάρχου “ὀτρυνέεις” διῃρημένως.

[*](B=)

Τρώεσσιν ἐπίσκοπον] προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενον 〈ὑπονοῶν) φησιν.

[*](B–)

ἀλλὰ μάλʼ αἰνῶς δείδω] ὡς ἤδη δεδογμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει, κινεῖ δὲ τὸν ἀκροατήν. μόνον γὰρ οὐχὶ ἐπι- μαρτύρεται, ὡς δυσχερὲς ἐπεισόδιον εἰσάξων τῇ ποιήσει.

[*](A–)

41. θρασυκάρδιος ἔσται] ὁ Ἰξίων “ἐστί ” γράφει.

[*](ΑΒ=)

43. χρεὼ βουλῆς— κερδαλέης] ἐπωφελοῦς. §. δεῖ, φησί, τὰ ἀπὸ [*](ΑΒ=) τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.

[*](B+)

*χρεώ] ἀντὶ τοῦ δεῖ.

[*](B=)

χρεὼ βουλῆς] σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν.

[*](A+)

χρεὼ βουλῆς] ἡ χρεία, φησί, τῆς βουλῆς αὐτῆς τῆς λαθραίως γινομένης διʼ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν στρατὸν ἡμεῖς ἀνη- γάγομεν ἐνταῦθα.

[*](B=)

46. Ἑκτορέοις ἄρα μᾶλλον] θεοσεβὴς ὑπόνοια μὴ δι᾿ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.

[*](Α=)

ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων “ἐπὶ φρένας εἶχ᾿ ἱεροῖσιν.ʼ᾿

[*](B=)

47. οὐ γάρ πω ἰδόμην— ἄνδρ’ ἕνα τοσσάδε μέρμερα] ηὔξησε τὰ ἔργα τοῦ Ἑκτορος, ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ.

[*](B=)

50. οὔτε θεᾶς υἱός] ἁπ λοῖκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.

[*](Α=)

*υἱός] λείπει τὸ ὤν.

[*](A+)

51, 2. *ἀθετεῖ ὁ Ἀριστοφάνης.

52. * δηθά τε καὶ δολιχόν] ἐπὶ καιροῦ.

[*](B=)

53. ἀλλʼ ἴθι νῦν, Αἴαντα] πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφο- [*](5. ἑαυτοῦ coni. Bekker ‖ 9. ἐπιβαλοντος B || 10. supplevi cf. B || 11. δεδογμένης Bekker: δεδειγμένης ut B ‖ 12. εἰς κίνησιν δὲ τὸν ἀκροατὴν B, κίνησις δἐ τοῦ ἀκροατοῦ || 16. προσγ. B: λειτόμενα ut A)

345
τεροῖς· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώτατον Νέστορα, καὶ σὺν ἐκείνῳ τοὺς ἄλλους ἐγείρει. πρε- πόντως δὲ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον ἐνδόξων τὸ “κάλεσον” προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν “αἴ κε θέλῃσιν” ἀντὶ τοῦ ‘ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι,ʼ ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν πᾶσαν κρίσιν ποιούμενος.

*Αἴαντα] “Αἴαντε” δυϊκῶς.

56. ἐς φυλάκων ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρ- [*](B=) έχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.

57. κείνου γάρ κε μάλιστα πιθοίατο] διὰ δύο, ὅτι τε τὸν υἱὸν [*](B=) παρέσχεν αὐτῶν ἄρχειν καὶ αὐτὸς δυσωπεῖ παρὼν καἰ ἐπιμελόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.

58. καὶ Ἰδομενῆος ὀπάων] ἵνα καὶ αὐτὸς παρὼν αἰδέσιμος γένηται τοῖς φύλαξιν.

61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι] πιθανῶς· ὃ μὲν γὰρ ἐκπε- [*](B–) πληγμένος οὐ 〈προ〉νοεῖ τὸ πᾶν, ὃ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ. ἢ διὰ τὸ ποικίλον ἐξ ἀμφοῖν συνίσταται.

62. αὖθι μένω μετὰ τοῖσι] “αὖθι” ἐν τοῖς φύλαξιν· ὅθεν καὶ [*](B=) Ἀγαμέμνων ἑξῆς πρὸς τὸν Νέστορ ά φησι “κείνους δὲ κιχη- σόμεθα πρὸ πυλάων ἐν φυλάκεσ〈σ〉ι” (126).

63. ἠὲ θέω] πρὸς τὸ πρόθυμον τοῦ βασιλέως· καὶ ἔστιν ἐμπαθὲς [*](B=) δύο βασιλεῖς οὕτως αὐτουργεῖν.

65. μή πως ἀβροτάζομεν— πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέ- λευθοι] δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τεκτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας.

67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος [*](A B=) ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι “ φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο” (85). καὶ ἐγρηγόρθαι ἄνωχθι] πρὸς τὸ διαμένειν τῇ φυλακῇ. ἐπεὶ δὲ [*](B=) τὸ “ἄνωχθι” ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ “ πάντας κυδαίνων.”

[*](11. κείνου etiam textus et B ‖ κε B: καὶ ut textus ‖ 12. ἐπιτελ- λόμενος B ‖ 13. παιδευτικῶς B: παιδευτικὸς ‖ 16, ἐτιτέλλεται ‖ 16, 17. ἐκπεπληγὼς ut B ‖ 17. supplevi ex B ‖ προπαρεσκ. B: προπαρα- σκευασμένος ‖ 24. ἀμβροτάζομεν ‖ 31. ἐγρηγόρθαι B: ἐγρήγορθε ‖ τὴν φυλακὴν ut B)
346
[*](A B=)

68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ “διογενές” τὸν ἀρχηγὸν τοῦ γένους.